Рейтинговые книги
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 94 95 96 97 98 99 100 101 102 ... 182
ποτε πάσχει τῇ ῥώµῃ τῶν νοσωδῶν αἰτιῶν νικηθεῖσα, τὸ πᾶν αὐτὸς ἐκπορίζωµαι· τούτων οὐδὲν ἐπέδειξας. ἴσως γὰρ, ὅπερ φασὶν, ὀλιγωρεῖς µὲν τοὺς ἀῤῥώστους θεᾶσθαι, µένων δ’ οἴκοι τὸ δόξαν ἔγρα-φες. ἀλλ’ εἰ καὶ µὴ αὐτὸς ἐθεάσω, τὰ γοῦν ὑφ’ ῾Ιπποκράτους ἐνῆν ἀναγινώσκοντί σοι µανθάνειν ὅσα µὲν ὁλοκλήρως καὶ ἀνελλιπῶς καὶ ὡς αὐτὸς ἐκεῖνος εἴωθεν λέγειν, ἀρτίως ἡ φύσις κινουµένη κρίνονται· πῶς δ’ ἂν αὐτὴν κάλλιστά τις µιµήσαιτο, µηδὲ ἐγχειροῦσαν κρίσει· καὶ πῶς ἐπιχειρούσῃ µὲν, ἀλλ’ ἐνδεῶς κινουµένῃ βοηθητέον. εἰ γὰρ ἐν τούτοις ἐγυµνάσω, τοιαῦτα ἂν ἤκουόν σου συµβουλεύοντος, οἷα καὶ ῾Ιπποκράτους ἀκούω, τὰ κρινόµενα καὶ τὰ κεκριµένα ἀρτίως µὴ κινέειν, µηδὲ νεωτεροποιεῖν µήτε φαρµακίῃσι µήτε ἄλλοισιν ἐρεθισµοῖσιν, ἀλλ’ ἐᾷν. τοῦτο µέν σοι φύσεως ὁλοκλήρως κινουµένης παράγγελµα· τὸ δὲ ἐφεξῆς τούτῳ κινουµένης µὲν ἐπὶ κρίσιν, ἀλλ’ ἐνδεῶς· διὰ τοῦτο αὐτῇ συνεργεῖν παρακελευόµενος ἐρεῖ· ἃ δεῖ ἄγειν, ταῦτα ἄγειν ὅπῃ ἂν µάλιστα ῥέπει διὰ τῶν ξυµφερόντων χωρίων. βούλεται µὲν γὰρ ἡ φύσις τηνικαῦτα τὸ λυποῦν ἀπώσασθαι, µὴ δυναµένη δ’ ἐπιθεῖναι τῷ ἔργῳ τὸ τέλος ὑπ’ ἀῤῥωστίας, ἡµῶν βοηθῶν δεῖται. διὰ τοῦτο καὶ πλευριτικοὺς θεραπεύων κατὰ τὴν ῥοπὴν τῶν χυµῶν κενοῖ. τί γὰρ φησίν; ἀλλ’ εἰ µὲν ἡ ὀδύνη ἐς κληῗ δα, ἢ ἐν βραχίονι βάρος, ἢ περὶ µαζὸν, ἢ ὑπὲρ τῶν φρενῶν, τέµνειν χρὴ τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔσω καὶ µὴ ὀκνεῖν συχνὸν ἀφαιρεῖν, ἔστ’ ἂν ἐρυθρότερον πολλῷ ῥυῇ ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν. ἀµφότερον γὰρ γίνεται. ἢν δὲ ὑπὸ φρένας ᾖ τὸ ἄλγηµα, ἐς δὲ τὴν κληῗδα µὴ σηµήνῃ, µαλθάσσειν χρὴ τὴν κοιλίην ἢ µέλανι ἑλλεβόρῳ ἢ πεπλίῳ. πάλιν δ’ ἔν τινι τῶν νεφριτικῶν παθηµάτων συνδροµῇ προειπὼν καὶ ἐς νεφρὸν ὀδύνη βαρείη, ἀρχὴ µηροῦ κατ’ ἰξὺν ἐπιφέρει, ἰγνὺν τέµνειν, τοῦτ’ ἐστὶ τὴν ἐν ἰγνύῃ τέµνειν φλέβα.

5. ᾿Εκεῖνο δὲ πῶς εἴρηται; ἐκ Στυµαργέω οἰκέτιδος οὐδὲ αἷµα ἐγένετο, ὡς ἔτεκε θυγατέρα, ἀπέστραπτο τὸ στόµα πρὸς ἰσχίον καὶ σκέλος, ὀδύνη παρὰ σφυρὸν τµηθεῖσα ἐράϊσε, καίτοι τρόµοι τὸ σῶµα περικατεῖχον. ἀλλ’ ἐπὶ τὴν πρόφασιν χρὴ ἐλθεῖν καὶ τῆς προφάσιος τὴν τροφήν. ῾Ιπποκράτης µὲν οὖν σοι τὴν πρόφασιν τοῦ νοσήµατος ἐξετάζειν κελεύει καὶ τῆς προφάσε-ως τὴν γένεσιν. ὅπερ εἴποις οὐκ ἂν οἶµαι γε πλήθους αἵµατος ἐνοχλοῦντος ἄλλο τι πρὸς τῆς φλεβοτοµίας εἰρήσεσθαι. ἐπὶ γοῦν τῆς προειρηµένης γυναικὸς, καίτοι τροµώδους οὔσης, οὐκ ἐµέλησε τέµνειν τὴν φλέβα, µηδενὸς ἂν ἄλλου τολµήσαντος αἵµατος ἀφελεῖν ἐν τρόµοις, ὥσπερ οὐδὲ ἐν ὑδέροις οὐδ’ ἄλλῳ ψυχρῷ πάθει οὐδενί. δέον γὰρ ἐν τοῖς τοιούτοις ψυγῆναι µὲν ἔτι καὶ µᾶλλον τὸ σῶµα τῇ τοῦ θερµοῦ χυµοῦ κενώσει, καὶ πρότερον ἤδη τῷ πάθει κατεψυγµένον σβεσθῆναι τὸ ἔµφυτον θερµόν. ἀλλ’ ῾Ιπποκράτης σκεψάµενος, ὡς αὐτὸς λέγει, τὴν πρὸ τοῦ πάθους ὅτι τὸ πλῆθος ἦν τοῦ αἵµατος. οὐ γὰρ ἐκαθάρθη τὸ γύναιον τὴν λοχείαν καλουµένην κάθαρσιν. ἡ τροφὴ τῆς προφάσεως, τοῦτ’ ἔστι ἡ γένεσις καὶ ἡ πρώτη αἰτία τοῦ µὴ καθαρθῆναι καλῶς ἡ διαστροφὴ τῆς µήτρας· ἀπέστραπτο γὰρ πρὸς τὸ ἰσχίον. ἐνδειξαµένης οὖν αὐτῷ τῆς µὲν ἐπισχέσεως τὴν κένωσιν, τῆς δὲ ἐπὶ µήτραν ῥοπῆς τὸν τόπον δι’ οὗ χρὴ κενῶσαι, τὴν παρὰ σφυρὸν ἔταµε φλέβα. τοιοῦτος ἐν ἅπασιν ὁ ῾Ιπποκράτης. ἀλλ’ ἵνα µὴ λυπῶ τοὺς ᾿Ερασιστρατείους ἐπιπλέον αὐτὸν ἐπαινῶν, καὶ γάρ µοι δοκοῦσιν αὐτοί τε οὗτοι καὶ πρὸ αὐτῶν ὁ ᾿Ερασίστρατος ἐριστικῶς ἔχειν πρὸς τὸν ἄνδρα, καταλείψωµεν ἤδη τὰ ῾Ιπποκράτους. ἐν ἑτέρῳ γάρ µοι καιρῷ πᾶσαν αὐτοῦ τὴν περὶ τὰς κενώσεις τέχνην ἔξεστι δηλῶσαι. µεταβήσωµεν δὲ ἐπὶ τοὺς ἄλλους ἄνδρας ἑκατέρας αἱρέσεως, ἐµπειρικῆς τε καὶ λογικῆς. οὐδὲ γὰρ τούτων οὐδένα εὑρίσκω τῆς φλεβοτοµίας ἀποστάντα. δογµατικὸν µὲν γὰρ οἶδα καὶ Διοκλέα καὶ Πλειστόνικον καὶ Διευχῆ καὶ Μνησίθεον, Πραξαγόραν τε καὶ Φιλότιµον καὶ ῾Ηρόφιλον καὶ ᾿Ασκληπιάδην φλεβοτοµοῦντας. καίτοι φιλόνεικος οὕτως ἦν ᾿Ασκληπιάδης ὥστε ὀλίγου δεῖν ἅπαντα κινῆσαι τὰ πρόσθεν δόγµατα καὶ µήτ’ ἄλλου τινὸς τῶν πρὸ αὐτοῦ φείσασθαι µήθ’ ῾Ιπποκράτους, ὥστε καὶ θανάτου µελέτην τὴν τῶν παλαιῶν ἰατρικὴν οὐκ ὤκνησεν εἰπεῖν. ἀλλ’ οὐδ’ οὗτος ἐπὶ τοσοῦτον ἀναίσχυντος ὥστε τολµῆσαι παντάπασιν ἐξελάσαι φλεβοτοµίαν τῶν ἰατρικῶν βοηθηµάτων· ἀλλ’ οὐδέ τις οὔτε τῶν νε-ωτέρων οὔτε τῶν παλαιῶν, οὐ Μαντίας, οὐκ ᾿Αθήναιος, οὐκ ᾿Αγαθῖνος, οὐκ ᾿Αρχιγένης, οὐχ ὁ τῶν ἐµπειρικῶν χορός. καὶ τούτων µὲν οὐδὲν τῷ λόγῳ προσεχόντων ἑποµένων καὶ ἀεὶ τῇ πείρᾳ καταγνοὺς, ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν οὐδένα. τί ποτ’ οὖν οἱ διαφωνοῦντες ἐν ἅπασι σχεδὸν τοῖς ἄλλοις ἐν τούτῳ συµπεφωνήκασιν; ἐµοὶ µὲν γὰρ οὐδὲν εἶναι δοκεῖ πιστότερον ἀνυπόπτου συµφωνίας. παραλείπωµεν δ’, εἰ βούλει, τούτους, ἵνα µηδὲ τῷ πλήθει τῶν µαρτύρων δυσωπητὰ τὰ τῆς φύσεως, ἣν ἐπαινεῖς ἔργα ποιήσωµεν. οὐχ αὕτη γυναῖκας µὲν ἁπάσας ἐφ’ ἑκάστῳ µηνὶ κενοῖ τὸ περιττὸν ἀποχέουσα τοῦ αἵµατος; ἔδει γὰρ, οἶµαι, οἴκοι τὸ θῆλυ γένος οὔτ’ ἐν ἰσχυροῖς πόνοις διαιτώµενον οὔθ’ ὁµιλοῦν ἡλίῳ καθαρῷ, καὶ δι’ ἄµφω ταῦτα πλῆθος ὑποτρέφον ἴαµα φυσικὸν ἔχειν τοῦ πλήθους τὴν κένωσιν. ἓν µὲν τούτοις ἦν τῆς φύσεως ἔργον· ἕτερον δὲ ἡ µετὰ τόκον κάθαρσις, καίτοι καὶ ἡ κύησις αὐτὴ κένωσις ἦν. ἐκ τοῦ τῆς µήτρας αἵµατος τὸ κυούµενον τρέφεται. καὶ ἡ µετὰ τὴν κύησιν δὲ τοῦ γάλακτος ἐν µαστοῖς γένεσις οὐ σµικρὰ κένωσις οὐδ’ αὐτὴ τῷ πλήθει. µία γὰρ ἀµφοτέρων ἡ οὐσία καταµηνίου τε καὶ γάλακτος καὶ κοιναὶ, καθάπερ ἄν τις εἴποι, πη-γαὶ τῶν ὀχετῶν ἑκατέρων αἱ φλέβες εἰσί. διὰ τοῦθ’ ὅσαις δι’ ἡλικίαν ἤδη τὸ καταµήνιον µηκέτ’ ἔρχεται, ταύταις οὐδ’ ἐν µαστοῖς ἀθροίζεται γάλα. καὶ ὅσαι καθαίρεσθαι µὲν ὥρας ἔχουσι, ἀλλὰ θηλάζουσιν, οὐ καθαίρονται. καὶ ἢν θηλαζούσῃ γυναικὶ δι’ ὑστερῶν ὁρµήσῃ τὸ αἷµα, σβέννυται τὸ γάλα. καὶ τῶν ζώων ὅσα µὴ κυΐσκεται, τούτοις οὐδὲ γάλα ἐστὶν, καὶ ὅσοις γάλα ἐστὶ, ταῦτα κυΐσκεσθαι φύσιν ἔχει. εἰ δὲ καὶ µάθοις ἡλίκων ἐκ ταύτης τῆς κενώσεως ἀπολαύει τὸ θῆλυ γένος ἀγαθῶν καὶ ὅσα βλάπτεται µὴ κενούµενον, οὐκ οἶδα πῶς ὑποµενεῖς ἔτι µὴ παντὶ τρόπῳ σπεύδων κενῶσαι πλεονάζον αἷµα. γυνὴ οὐ ποδαγριᾷ, εἰ µὴ τὰ καταµηνία αὐτῆς ἐκλείπῃ, φησὶν ῾Ιπποκράτης. καίτοι τί δέοµαι τῶν ῾Ιπποκράτους φωνῶν πρὸς ἄνθρωπον ἐχθρὸν ῾Ιπποκράτει; νοµίζω τοίνυν αὐτὴν λέγειν σοι τὴν ἀλήθειαν δι’ ἐµοῦ κήρυκος, οὔτε ποδάγραις οὔτε ἀρθρίτισιν οὔτε πλευρίτι-σιν οὔτε περιπνευµονίαις ἁλίσκεται γυνὴ καλῶς καθαιροµένη. ἀλλ’ οὐδὲ ἐπίληπτος οὐδὲ ἀπόπληκτος οὐδὲ ἄπνους οὐδὲ ἄφωνος οὐδενὶ ἐν καιρῷ ποτε γίνεται καθαιροµένη καλῶς. ἑάλω δέ ποτε φρενίτισιν ἢ ληθάργοις ἢ σπασµοῖς ἢ τρόµοις ἢ τετάνοις ἐπιµηνίων ἰόντων. εἶδες δέ ποτε µελαγχολῶσαν ἢ µαινοµένην ἢ πτύουσαν ἐκ θώρακος ἢ ἐµοῦσαν ἐκ γαστρὸς αἷµα, ἢ κεφαλαίᾳ κάµνουσαν, ἢ συνάγχῃ πνιγοµένην, ἤ τι τῶν µεγάλων καὶ ἰσχυρῶν παθηµάτων ὑποµένουσαν,

1 ... 94 95 96 97 98 99 100 101 102 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.
Похожие на Сочинения. Том 5 - Гален Клавдий книги

Оставить комментарий