Рейтинговые книги
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 97 98 99 100 101 102 103 104 105 ... 182
εἰ δὲ τοῦτο, οὐδὲ τῶν ἀσιτιῶν ἔτι χρεία. σὺ δέ µοι δοκεῖς ὥσπερ ἐπιθυµῶν ἀσιτίαν συµβουλεύειν αὐτὸς ἐργάζεσθαι πάθη χρῄζοντα λιµαγχονίας. τί δεινὸν ἦν τὸ λυπῆσον κενώσαντα µηδὲ ἔχειν πρᾶγµα;

9. Καίτοι µάτην πολλὰ κάµνω παρὸν ὑποµνῆσαί σε τὸν λόγον. εἰ γὰρ οὐκ αὐτὸς ἡµᾶς ἐδίδαξας ἐν τῷ προτέρῳ τῶν ὑγιεινῶν, ἔνθα γένεσιν τοῦ κατὰ τὰς φλέβας πλήθους προειπὼν ἐφεξῆς γράφεις ἰάµατα, σκοπὸν µὲν αὐτῶν ἁπάντων κένωσιν θέµενος, ἄλλην δ’ ἄλλῳ συµφέρειν φάσκων· πλὴν ἀλλά γε κενοῦντα τὴν πληθώραν, οὕτως γὰρ ἀξιοῖς καλεῖν τὸ ἐν ταῖς φλεψὶ τροφῆς πλῆθος καὶ γυµνάσια καὶ λουτρὰ πλείω καὶ λεπτὴν διαίταν εἶναι κελεύεις. οὐ ταυτὸν δὲ πᾶσι συµφέρειν φῂς βοήθηµα κενωτικὸν, ὅτι µήτε πάντες εἰθισµένοι χρῆσθαι πᾶσιν, ἀλλ’ οἱ µὲν λουτροῖς µᾶλλον, οἱ δὲ γυµνασίοις, οἱ δὲ τοῖς µετὰ δεῖπνον ἐµέτοις, καὶ ὅτι µὴ τοῖς αὐτοῖς ἅπαντες εὐάλωτοι νοσήµασιν, ἀλλ’ ὁ µέν τις ἐπιληψίαις, ὁ δ’ αἵµατος πτύσεσι, ὁ δὲ τοῖς καθ’ ἧπαρ ἢ σπλῆνα πάθεσιν. οὐκ οὖν οὔτε τὸν ἐπίληπτον ἐπιχειρήσοµεν βαλανείοις κενοῦν, ὡς σὺ φῂς, ὀρθῶς τοῦτο κελεύων, οὔθ’ ᾧ τι φόβος ἀγγεῖον ἐν θώρακι ῥαγῆναι γυµνάσοµεν. κίνδυνος γὰρ δηλαδὴ ταῖς τῶν γυµνασίων συντονίαις, εἰ καὶ µὴ πλῆθος ἦν, ἀλλ’ ὡς διὰ ἀσθένειαν κατὰ θώρακα ῥαγῆναι γυµνασοµένῳ. ὅπως οὖν αὐτὸν ἰασόµεθα δίδαξον ἡµᾶς. ὅτι µὲν γὰρ κενωτέον ἐστὶν ὁµολογεῖς καὶ σύ. κενωτικὰ δ’ εἴχοµεν βοηθήµατα γυµνάσια καὶ λουτρὰ πλείω καὶ λεπτὴν δίαιταν. ἀλλὰ γυµνασίοις µὲν οὐδ’ αὐτὸς ἀξιοῖς χρῆσθαι. περὶ δὲ λουτρῶν σὺ µὲν ὅλως οὐδὲν εἶπας, οὔτ’ εἰ χρηστέον οὔτ’ εἰ µὴ χρηστέον ἐπὶ τῶν οὕτως ἐχόντων. ἐγὼ δ’ ἐρῶ τὸ φαινόµενον αὐτὸ καὶ τῇ πείρᾳ κεκριµένον, εἰ δέ τι χρὴ καὶ περὶ σοῦ µαντεύσασθαι, καὶ σοὶ τάχα ἂν δόξαν. σὺ γοῦν αὐτὸς ἐν τῷ περὶ αἵµατος ἀναγωγῆς συγγράµµατι διαδέσµοις τε ἅµα καὶ ἀσιτίαις χρώµενος ὑπὸ τούτων µὲν ἀντισπόσαι τοῦ πλήθους, τοῦ δὲ κενῶσαι βαλανείοις οὐ χρή. λογίζοµαι γάρ σε φθέγγοντα τὸ λουτρὸν ἐπὶ τῆς ἐῤῥωγυίας ἤδη φλεβὸς, οὐδ’ ἔφης, εἰ ἐπίδοξος ἡ ῥῆξις, ἐθελῆσαι ἂν χρήσασθαι. εἰ δὲ καὶ µὴ σὺ οὕτως ἐγίνωσκες, ἀλλ’ ἐµοὶ τὸ φαινόµενον ἤρκει. µεγίστη γὰρ αἱµοῤῥαγίαις ἁπάσαις ἡ ἐκ βαλανείου βλάβη καὶ ἡ αἰτία πρόδηλος, εἴ γε δὴ χεῖται µὲν τὸ αἷµα καὶ εἰς ἀτµοὺς λύεται καὶ πνεύµατα τοῦ τε θερµαινοµένου, ὥστε καὶ εἰς κίνησιν προτρέπεσθαι καὶ εἰς ὄγκον αἴρεσθαι. µαλακὰ δὲ καὶ ἀσθενῆ ταῖς θερµολουσίαις ἀποτελεῖται τὰ σώµατα. πῶς δὴ οὖν οὐκ ἂν ῥᾷστα πάθοι αὐτά γε µαλακώτερα γενόµενα καὶ τοῦ ῥηγνύντος αὐτὰ κίνησίν τε ἅµα καὶ ὄγκον προσλαβόντος; οὐκ οὖν οὐδὲ ἐν βαλανείοις ἐπιχειρήσοµεν κενοῦν οἷς φόβος δι’ αἵµατος πλῆθος ῥαγῆναι τὰς φλέβας. εἰς λοιπὸν τὸ τρίτον συγκλειόµεθα τῶν κενωτικῶν βοηθηµάτων τὴν λεπτὴν δίαιταν. ἄγε δὴ, ἐπειδὴ ταύτην αὐτὸς σὺν τρισὶ τρόποις ἐργάζῃ, λεπτὰ ἢ µικρὰ καὶ ἄτροφα σιτία προσφέρων ἢ οὐδ’ ὅλως προσφέρων ἢ ἐµεῖν ἀπὸ δείπνου κελεύων. ἴδωµεν οὖν ὅπως λεπτῶς διαιτήσοµεν. ἆρά γε µετὰ δεῖπνον ἐµεῖν κελεύσαντες; ἀλλ’ εἰς τὴν ἐν τοῖς γυµνασίοις συντονίαν εὐλαβηθείηµεν, εἴ πού γέ τι κατὰ τοὺς ἐµέτους ἀδεῶς χρησόµεθα. τοῦτο µὲν οὐδ’ ἂν ἰδιώτην λάθοι. λοιπὸν οὖν ἢ ἀσιτίαν προστάξοµεν ἢ µικρὰ καὶ ἄτροφα σιτία δώσοµεν. ἀλλ’ εἰ καὶ µὴ ἰσχυρῶς τὰ τοιαῦτα, τρέφει γοῦν. ἡµεῖς δ’ οὐ προσθεῖναι νῦν, ἀλλ’ ἀφελεῖν βουλόµεθα. λοιπὸν ἄρα τὴν ἐπίπονον καὶ µοχθηρὰν ὄντως ὥσπερ τινὰ ἱερὰν ἀγκύραν εἰς ἅπαντα πάθη διαρκῆ παραληψόµεθα λιµοκτονίαν. εἶτα δηλαδὴ σκώψοµεν ᾿Απολλώνιον καὶ Δέξιππον ἐπὶ λιµαγχονίᾳ; καίτοι καὶ τοῦτ’ αὐτὸς ἐδίδαξε, βούλοµαι µᾶλλον ὑποµνῆσαι. καὶ γὰρ αὐτός µοι δοκεῖς αἰσθάνεσθαι περὶ τῆς ἀσιτίας ὡς οὐ κενωτικοῦ βοηθήµατος. ἀποδείξας δὲ πρότερον ὃ βούλοµαι, τηνικαῦτα δὴ καὶ τῆς παρὰ σοῦ µαρτυρίας µνηµονεύσω. ἡ ἀσιτία οὐ δήπου τῶν ὄντων τι πραγµάτων ἐστὶν, οὐ µᾶλλον ἢ τυφλότης ἢ κωφότης, ἀλλὰ πάντα τὰ τοιαῦτα στερήσεις τῶν ὑπαρχόντων εἰσί. αὐτὸ µὲν γὰρ τὸ προσενέγκασθαι σιτία τῶν ὄντων ἐστὶν, ὅθεν αὐτὴν καὶ τοὔργον εὑρήσεις ὑπάρχειν θρέψιν τοῦ σώµατος. τὸ µὴ προσενέγκασθαι οὐ ταὐτὸν τῶν ὑπαρχόντων ἐστὶν, οὔτ’ ἔργον αὐτοῦ δεῖξαι δυνήσῃ, καθάπερ ἱδρώτων µὲν καὶ φλεβοτοµίας καὶ κλυστῆρος κένωσιν, ἐδεσµάτων δὲ θρέψιν. µέση τοίνυν ἀµφοῖν ἐστὶν ἡ ἀσιτία τοῦ τε κενοῦν καὶ τοῦ τρέφειν. οὔτε γὰρ τρέφει οὔτε κενοῖ. πῶς οὖν, φησὶν, ἀπέθανον πολλοὶ κατ’ ἔνδειαν ἀπορίᾳ σιτίων; οὐ τῇ τῶν σιτίων ἀπορίᾳ, φήσοµεν, ἐπεὶ οὕτω γ’ ἂν οὐδὲ τὰ φωλεύοντα ζῶα τροφῆς ἀποροῦντα διαρκεῖν ἐδύνατο. διαρκεῖ δέ γε, καὶ τοῦτ’ αὐτὸς ὁ ᾿Ερασίστρατος λέγει καὶ τὴν αἰτίαν προσθίτησιν. ἅπαν γὰρ, φησὶ, τὸ κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν διαπνεῖσθαι πέφυκεν, ἀλλ’ ἢ πλέον ἢ ἧττον, ὡς ἂν καὶ µανότητος ἔχει. τοῦ δ’ ἧττόν τε καὶ µᾶλλον γίνεσθαι µανὴν τὴν ἐπιφάνειαν ἄλλαι τέ τινες αἰτίαι καὶ οὐδεµιᾶς ἐλάττους αἱ κατὰ θερµασίαν καὶ ψύξιν καὶ ἡσυχίαν καὶ κίνησιν τροπαὶ τοῦ σώµατος. θερµοῦ µὲν γὰρ ὄντος τοῦ περιέχοντος ἀέρος καὶ τοῦ ζώου γυµναζοµένου πλεῖστον ἀποῤῥεῖν· ἐπὶ δέ γε τοῖς ἐναντίοις κρύει τοῦ περιέχοντος καὶ ἀκινησίᾳ τοῦ ζώου πυκνοῦσθαι µὲν τὴν ἐκτὸς ἐπιφάνειαν, ἀποῤῥεῖν δὲ ἢ µηδὲν ἢ παντάπασιν ὀλίγον. καὶ διὰ τοῦτο µὴ δεῖσθαι τροφῆς τὰ φωλεύοντα. ἅτε γὰρ ψυχρῶν µὲν καὶ ἀργῶν καὶ παχέων τῶν καθ’ ὅλον τὸ σῶµα διὰ τὴν ἡσυχίαν γιγνοµένων, πυκνουµένης δὲ τῆς ἐκτὸς ἐπιφανείας ἐν τῷ χειµερινῷ κρύει, καθ’ ἣν sὥραν φωλεύει τὰ ζῶα, µηδὲν ἐκτὸς ἀποῤῥεῖν. οὐκοῦν οὐδὲ τοῦ πληρώσοντος τὸ κενούµενον δεῖσθαι. χρεία δ’ ἦν αὐτῇ τροφῆς καὶ διὰ τοῦτ’ ἐπ’ αὐτὴν ἔρχεται τὰ ζῶα τὴν ἐκ τῆς κενώσεως ἔνδειαν ἰώµενα. σαφὲς οὖν ὅτι τῆς µὲν ἐνδείας ἡ καθ’ ὅλην τὴν ἐπιφάνειαν κένωσις αἰτία καὶ χρεία σιτίων ὑπὲρ τοῦ τὸ κενούµενον ἀναπληρῶσαι. τῆς οὖν αἰτίας ἀπολλυµένης δι’ ἣν ὅλως ἐδεῖτο τὰ ζῶα σιτίων, ἀνάγκη πᾶσα καὶ τὴν χρείαν συναπόλλυσθαι, καὶ διὰ τοῦτο οὐ δεῖται τὰ φωλεύοντα σιτίων, ὅτι µηδὲ προσθέσεως. σαφῶς οὖν ἐµάθοµεν ὡς οὐχ ἡ ἀσιτία κενοῦν πέφυκεν, ἀλλ’ ἡ τοῦ δέρµα-τος µανότης. εἰ δὲ τοῦτο πυκνώσαις ἡσυχίᾳ καὶ κρύει, τί τῆς λιµαγχονίας ἔτ’ ὄφελος; καὶ µὴν ἀναγκαῖον ἄµφω φυλάξασθαι, καὶ τὰ γυµνάσια καὶ πᾶσαν ἀλέαν, ᾧ κίνδυνος αἷµα πτύσαι. τὰ µὲν γὰρ τῇ συντονίᾳ ῥηγνύναι πέφυκε τὰς φλέβας· αἱ θερµασίαι δὲ καθ’ ὃν λόγον καὶ τὰ λουτρά. µὴ θερµαίνων µὲν ἄρα κενώσεις τὸ σῶµα, θερµαίνων δὲ ἢ γυµνασίοις ἢ λουτροῖς µέγιστα βλάψεις τὴν πρὸς τὸ ῥήγνυσθαι τῶν φλεβῶν αὐτῶν ἐπιτηδειότητα. τί δὴ λοιπὸν ἔτι συµβουλεύσοµεν τοῖς ὧδε κάµνουσιν; αἱ µὲν γὰρ ἀσιτίαι χωρὶς τοῦ γυµνάζεσθαι τὸν ἄνθρωπον ἢ ἄλλως ὁπωσοῦν θερµαίνεσθαι κενοῦν οὐ δύνανται. φλεβοτοµίαν δὲ,

1 ... 97 98 99 100 101 102 103 104 105 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.
Похожие на Сочинения. Том 5 - Гален Клавдий книги

Оставить комментарий