Шрифт:
Интервал:
Закладка:
ΓΑΛΗΝΟΥ. ΠΕΡΙ ΦΛΕΒΟΤΟΜΙΑΣ ΠΡΟΣ ΕΡΑΣΙΣΤΡΑΤΟΝ ΒΙΒΛΙΟΝ[109]
1. ῎Αξιον εἶναί µοι δοκεῖ ζητήσεως οὐ σµικρᾶς τί δή ποτε καὶ τἄλλα τῆς τέχνης ἱκανὸς ὢν ὁ ᾿Ερασίστρατος, κᾀν τοῖς σµικροτάτοις οὕτως ἐπιµελὴς ὥστε καὶ λαχάνων τινῶν καὶ καταπλασµάτων ἑψήσεις γράφειν, ἐφ’ ὧν ἤρκεσεν ἂν ἑτέρῳ πρὸς ὅ τι συµφέρει µόνον εἰπόντι τὸν τρόπον τῆς σκευασίας παραλιπεῖν, ὡς οὐδὲν µέγα καὶ αὐτόν τινι τῶν ἐντυγχανόντων ἐξευρεῖν, ἐν οὕτως ἰσχυρῷ καὶ µεγάλῳ βοηθήµατι τῇ φλεβοτοµίᾳ καὶ οὐδενὸς ἧττον τῶν δραστικωτάτων εὐδοκιµοῦντι παρὰ τοῖς πρεσβυτέροις αὐτοῦ λόγον οὐδένα πεποίηται. σχεδὸν γὰρ οὔτε τοὔνοµα τῆς φλεβοτοµίας ἐστὶν εὑρεῖν ἐν οὐδενὶ συγγράµµατι, πλὴν ἅπαξ ἐν τῷ περὶ αἵµατος ἀναγωγῆς, ἐπιµνησθέντος αὐτοῦ κατὰ τὸ πάρεργον µᾶλλον, ὡς ἄν τῳ δόξειεν, ἢ µετά τινος ἀξιολόγου σπουδῆς· µάθοις δ’ ἂν ἐξ αὐτῆς τῆς ῥήσεως ἐχούσης ὧδε ἀποδέσεις δὲ ποιεῖσθαι παρά τε τὰς µασχάλας καὶ τοὺς βουβῶνας µὴ ὥσπερ ἔνιοι τῶν µιµουµένων τὰς θεραπείας οὐδὲν παρακολουθοῦντες αἵµατος χάριν ταῦτα ποιοῦνται, ἀλλ’ ἀποπιέζονται ἱκανῶς τοῖς δεσµοῖς. ἐν γὰρ τοῖς ἀποδουµένοις µέρεσι τοῦ σώµατος πλεῖον αἷµα ἀπολαµβάνε-ται· δηλοῖ δὲ ἥ τε διάτασις τῶν φλεβῶν καὶ ἡ φλεβοτοµία· πολὺ γὰρ πλεῖον ῥεῖ, ὅτε ἀποδεθῇ τὸ φλεβοτοµούµενον µέρος τοῦ σώµατος. ἐπὶ δὲ τῆς ἀναγωγῆς τοῦ αἵµατος πλεῖστον ἀπολαµβάνεται τοῦ αἵµατος ἀπὸ τῆς ἀποδέσεως ἔν τε τοῖς σκέλεσι καὶ τοῖς βραχίοσιν. ἐλάσσονος γὰρ γινοµένου τοῦ περὶ τὸν θώρακα καὶ ἐλαφροτέρα ἔσται ἡ ἀναγωγή. τὸ δ’ αὐτὸ τοῦτο βούλονται ποιεῖν καὶ οἱ φλεβοτοµοῦντες τοὺς ἀνάγοντας τὸ αἷµα. ἀλλὰ πολὺ βέλτιον ὁ Χρύσιππος, οὐ µόνον τὸ παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφεροµένου κινδύνου φροντίζων. ἐχόµενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν ὁ κατὰ τὴν φλεγµονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν µὲν οὐ ῥᾴδιον· φλεβοτοµηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι· ὁ δὲ τὴν ἐνυπάρχουσαν τροφὴν ἐν τῷ σώµατι κατεργαζοµένην εἰς τόπους ἀλύτους µεταστησάµενος, καθ’ ὃν καιρὸν ὁ τῆς ἐκλύσεως κίνδυνος· ὅταν δὲ οὕτως παραλλάξῃ, ἐξ ἑτοίµου ταῦτ’ ἤδη χρώµενος καὶ µὴ προσφέρειν ἀναγκαζόµενος, ἄκρως περιττὸς τῇ διανοίᾳ καὶ ἄξιος ἐπαίνου καὶ δι’ ὅλου ἀκολουθῶν αὐτὸς ἑαυτῷ. ὅτι µικρὰ ταῦτα καὶ τὰ τυχόντα, καὶ οὔτε τῆς ᾿Ερασιστράτου περὶ τὴν τέχνην ἀκριβείας οὔτ’ αὐτοῦ τοῦ βοηθήµατος τῆς δυνάµεως ἄξια, παντὶ δῆλον. εἰ µὲν µήτε παρ’ ῾Ιπποκράτει µήτε παρὰ Διοκλεῖ µήτε παρ’ Εὐρυφῶντι µήθ’ ὅλως παρ’ ἄλλῳ µηδενὶ τῶν ᾿Ερασιστράτου πρεσβυτέρων ἦν εὑρεῖν τὸ βοήθηµα γεγραµµένον, ἴσως ἄν τις ὑπενόησεν, εἰ µήπω τῆς χρήσεως εὑρηµένης ἢ µὴ παρὰ τοῖς εὐδόξοις εὐδοκιµούσης, εὐλόγως αὐτὸν παραλιπεῖν. ἐπεὶ δὲ εὕροιντο ἄλλοι καὶ πολλή τις χρῆσις ἤδη τοῦ βοηθήµατος ἦν, οὐκ ἐφ’ ἑνὸς µόνον οὐδὲ τοῦ τυχόντος πάθους, ἀλλ’ ἐπὶ τῶν πλείστων τε καὶ ὀξυτάτων, οὕτως γὰρ ὁ ῾Ιπποκράτης γε αὐτὸς, ὁ τῶν καλῶν τῆς τέχνης ἁπάντων ἡµῖν ἡγεµὼν, οἵ τ’ ἄλλοι παλαιοὶ φαίνονται χρώµενοι. τί δή ποτε παθὼν ὁ ᾿Ερασίστρατος ἠµέλησε τελέως τὸν ὑπὲρ αὐτῆς διεξελθεῖν λόγον; καὶ γὰρ ἀρεσκόµενον ἐχρῆν ἐπισηµαίνεσθαι τοῖς πάθεσιν αὐτὸ προσαναγράψαντα, καθάπερ τἄλλα βοηθήµατα, καὶ ἀρεσκοµένου εἰπεῖν αἰτίαν δι’ ἣν ἀρέσκεται. ὁ δὲ τοσοῦτον ἀποδεῖ τὸν λόγον ὑποσχεῖν περὶ τῆς τοῦ βοηθήµατος δυνάµεως, ὥστ’ οὐδ’ ὅτι χρηστέον ἢ µὴ χρηστέον ἐµήνυσεν, οὐδ’ ὅλως ἐτόλµησεν ἀποφήνασθαι ἣν ἔχει γνώµην πλὴν ἅπαξ, ὡς εἶπον, ἐφ’ ἑνὸς πάθους, καίτοι κᾀξ αὐτῶν ὧν σιωπᾷ κατάφωρον αὐτοῦ τῆς γνώµης τὸ κεφάλαιον. οὐ γὰρ δὴ ἀρεσκόµενόν γ’ ἂν αὐτῷ παρέλιπεν, οὐδὲ τὰ µὲν σµικρὰ τῶν τοῖς πάθεσιν συµφερόντων γραφῆς ᾤετο δεῖσθαι, τὰ δ’ οὕτω µεγάλα δύνασθαί τινα καὶ χωρὶς τοῦ παρ’ ἐκείνου µαθεῖν αὐτὸν ἐξευρεῖν.
2. ῾Η δ’ αἰτία δι’ ἣν οὐκ ἐχρῆτο φλεβοτοµίᾳ, τὸ µὲν ἀληθέστατον φάναι, τάχ’ ἄν τῳ δόξειε µαντείας δεῖσθαι. τί γὰρ ἄν τις εἰδείη πῶς ᾿Ερασίστρατος ἐγίνωσκεν ὑπὲρ ὧν αὐτὸς οὐδὲν ἐµνηµόνευσε διεξοδικῶς; ὅµως δ’ οὖν ἐτόλµησάν τινες ἀποµαντεύσασθαι τῆς γνώµης αὐτοῦ. κατάφωροι δ’ εἰσὶν ἁµαρτάνοντες οὐχ ἥκιστα ἐξ ὧν πρὸς ἀλλήλους διαφέρονται. δοκεῖ γὰρ αὐτῶν οὐδενὶ τὰ αὐτὰ, καὶ τὸ πάντων δεινότατον, ὅτι µηδ’ αὐτοῖς τοῖς συµφοιτηταῖς µὲν τοῦ ᾿Ερασιστράτου, µαθηταῖς δὲ Χρυσίππου τοῦ Κνιδίου, οὗπερ δὴ πρώτου τὸ δόγµα τοῦτ’ ἦν, µὴ χρῆσθαι φλεβοτοµίᾳ· οὐδὲ γὰρ ἐκείνοις ὁµολογεῖται περὶ τῆς Χρυσίππου γνώµης οὐδέν. ἀλλὰ τὰ µὲν ὑπό τε ᾿Αποιµάντου καὶ Στράτωνος εἰρηµένα καταγέλαστα. καὶ γὰρ τὸ σχάσαι τὴν φλέβα δύσκολον εἶναί φασιν καὶ τὸ διαγνῶναι καὶ τὸ διαιρῆσαι τὴν ἀρτηρίαν αὐτὴν, µετὰ δ’ ἐν τούτῳ κακὸν ἀποβαίνει, εἰ ἀντὶ φλεβὸς ἀρτηρίαν διαιρεῖσθαι συµβαίνει· καὶ ὅτι δείσας τις ἔθανεν, ὁ µὲν καὶ πρὸ τοῦ τµηθῆναι τὸ ἀγγεῖον, ὁ δὲ καὶ τµηθεὶς οὐκ ἀνεκοµίσθη· καὶ ὅτι ἡµοῤῥάγησέ τις ἀνεπισχέτως·τὰ δ’ ὑφ’ ἑτέρων λεγόµενα, τῶν µὲν, ὅτι τοῦ µέτρου τῆς κενώσεως ἐστοχάσθαι χαλεπὸν, ὥστε ἀναγκαῖον ἢ ἐνδεῶς κενώσαντι µηδὲν εἶναι πλέον ἢ τὸ σύµµετρον ὑπερβαλόντι µεγίστην ἀκολουθῆσαι βλάβην. τί γὰρ ἂν ἀποδέοι, φασὶ, σφαγῆς ἄµετρος φλεβοτοµία; τῶν δὲ, ὅτι παρέµπτωσις τοῦ πνεύµατος ἐκ τῶν ἀρτηριῶν εἰς τὰς φλέβας γένοιτ’ ἂν, ἀκολουθήσει γὰρ ἐξ ἀνάγκης κατὰ τὰς συναναστοµώσεις τοῦ αἵµατος κενουµένου τὸ πνεῦµα· τῶν δ’, ὅτι τοῦ πάθους τῆς φλεγµονῆς ἐν ἀρτηρίαις συνισταµένου, περιττὸν ἐκκενοῦν τὰς φλέβας. τὰ δὲ τοιαῦτα κᾂν εἴ τινι ἔδοξεν εἶναι πιθανὰ, κατά γε τὴν ἀλήθειαν αὐτὴν οὔτε πιθανὸν οὐδὲν ἔχει καὶ ψευδῆ φανερῶς ἐστι· πολλῷ γὰρ ἂν ἦσαν πιθανώτεροι ταῦτα λέγοντες ἅπερ ἑτέροις τισὶν ἐκ τῆς τῶν χυµῶν φύσεως ὁρµωµένοις εἴρηται. καὶ τάχ’ ἂν ἴσως καὶ δέοιτό τις πρὸς ἐκείνους λόγου πλείονος, ἀλλ’ οὐ νῦν καιρός· εἰς µακρόν τε γὰρ οὕτω λόγον µῆκος ἐκπεσεῖν ἀνάγκη, καὶ ἄλλως οὐδὲν κατεπείγει τὰ µήθ’ ὑπ’ ᾿Ερασιστράτου µήθ’ ὑπ’ ἄλλου τινὸς τῶν Χρυσίππου µαθητῶν εἰρηµένα νῦν ἐπιχειρεῖν ἐξελέγχειν.
3. ῎Αριστα οὖν µοι δοκῶ διαθέσθαι τὸν λόγον, εἰ τἄλλα παραλιπὼν ἀπ’ αὐτῶν ἀρξαίµην τῶν ᾿Ερασιστράτῳ δοκούντων· εἰρήσεται δ’ ὡς ἔνι µάλιστα διὰ βραχυτάτων. ἀρέσκει δὲ αὐτῷ πνεύµατος µὲν ἀγγεῖον εἶναι τὴν ἀρτηρίαν, αἵµατος δὲ τὴν φλέβα· σχιζόµενα δ’ ἀεὶ τὰ µείζω τῶν ἀγγείων εἰς ἐλάττονα µὲν τὸ µέγεθος, ἀριθµὸν δὲ πλείω καὶ πάντῃ τοῦ σώµατος ἐνεχθέντα, µηδένα γὰρ εἶναι τόπον ἔνθα µὴ πέρας ἀγγείου κείµενον ὑπάρχει, εἰς οὕτω σµικρὰ πέρατα τελευτᾷν,
- Лечебное питание при дистрофии - Василий Гладенин - Медицина
- Здоровое сердце - Александра Васильева - Медицина
- Здоровое сердце. Формула активности и долголетия - Александра Васильева - Медицина
- Где прячется бытие и возможна ли термодинамика процесса бытия? - Иван Андреянович Филатов - Менеджмент и кадры / Науки: разное
- Вин Чунь. Массажная пластика лица и тела - Михаил Алексеевич Давыдов - Медицина
- Записки философствующего врача. Книга третья. МОР? Философия коронакризиса и микроэлементы - Скальный Анатолий - Медицина
- Об особенностях животных - Клавдий Элиан - Античная литература / Природа и животные
- Статьи о питании и здоровье фонда Вестона Прайса - Вестон Прайс - Медицина
- Лечебные точки организма: снимаем боли в сердце и в области живота - Владимир Васичкин - Медицина
- Советы гинеколога для женского здоровья - Елена Савельева - Медицина