Форма входа
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий
Шрифт:
-
+
Интервал:
-
+
Закладка:
Сделать
τάχα γὰρ ἂν αὕτη ποτὲ τὴν ψυχὴν αὐτῶν ἐπισπάσαιτο πιστεύειν εἶναί τινας ἐν ἑκάστῳ τῶν σωµάτων ἑλκτικὰς τῶν οἰκείων ποιοτήτων δυνάµεις. ᾿Επίκουρος µὲν οὖν καίτοι παραπλησίοις ᾿Ασκληπιάδῃ στοιχείοις πρὸς τὴν φυσιολογίαν χρώµενος ὅµως ὁµολο-γεῖ, πρὸς µὲν τῆς ἡρακλείας λίθου τὸν σίδηρον ἕλκεσθαι, πρὸς δὲ τῶν ἠλέκτρων τὰ κυρήβια καὶ πειρᾶταί γε καὶ τὴν αἰτίαν ἀποδιδόναι τοῦ φαινοµένου. τὰς γὰρ ἀπορρεούσας ἀτόµους ἀπὸ τῆς λίθου ταῖς ἀπορρεούσαις ἀπὸ τοῦ σιδήρου τοῖς σχήµασιν οἰκείας εἶναί φησιν, ὥστε περιπλέκεσθαι ῥᾳδίως. προσκρουούσας οὖν αὐτὰς τοῖς συγκρίµασιν ἑκατέροις τῆς τε λίθου καὶ τοῦ σιδήρου κἄπειτ’ εἰς τὸ µέσον ἀποπαλλοµένας οὕτως ἀλλήλαις τε περιπλέκεσθαι καὶ συνεπισπᾶσθαι τὸν σίδηρον. τὸ µὲν οὖν τῶν ὑποθέσεων εἰς τὴν αἰτιολογίαν ἀπίθανον ἄντικρυς δῆλον, ὅµως δ’ οὖν ὁµολογεῖ τὴν ὁλκήν. καὶ οὕτω γε καὶ κατὰ τὰ σώµατα τῶν ζῴων φησὶ γίγνεσθαι τάς τ’ ἀναδόσεις καὶ τὰς διακρίσεις τῶν περιττωµάτων καὶ τὰς τῶν καθαιρόντων φαρµάκων ἐνεργείας. ᾿Ασκληπιάδης δὲ τό τε τῆς εἰρηµένης αἰτίας ἀπίθανον ὑπιδόµενος καὶ µηδεµίαν ἄλλην ἐφ’ οἷς ὑπέθετο στοιχείοις ἐξευρίσκων πιθανὴν ἐπὶ τὸ µηδ’ ὅλως ἕλκεσθαι λέγειν ὑπὸ µηδενὸς µηδὲν ἀναισχυντήσας ἐτράπετο, δέον, εἰ µήθ’ οἷς ᾿Επίκουρος εἶπεν ἠρέσκετο µήτ’ ἄλλα βελτίω λέγειν εἶχεν, ἀποστῆναι τῶν ὑποθέσεων καὶ τήν τε φύσιν εἰπεῖν τεχνικὴν καὶ τὴν οὐσίαν τῶν ὄντων ἑνουµένην τε πρὸς ἑαυτὴν ἀεὶ καὶ ἀλλοιουµένην ὑπὸ τῶν ἑαυτῆς µορίων εἰς ἄλληλα δρώντων τε καὶ πασχόντων. εἰ γὰρ ταῦθ’ ὑπέθετο, χαλεπὸν οὐδὲν ἦν τὴν τεχνικὴν ἐκείνην φύσιν ὁµολογῆσαι δυνάµεις ἔχειν ἐπισπαστικὴν µὲν τῶν οἰκείων, ἀποκριτικὴν δὲ τῶν ἀλλοτρίων. οὐ γὰρ δι’ ἄλλο τί γ’ ἦν αὐτῇ τὸ τεχνικῇ τ’ εἶναι καὶ τοῦ ζῴου διασωστικῇ καὶ τῶν νοσηµάτων κριτικῇ παρὰ τὸ προσίεσθαι µὲν καὶ φυλάττειν τὸ οἰκεῖον, ἀποκρίνειν δὲ τὸ ἀλλότριον. ἀλλ’ ᾿Ασκληπιάδης κἀνταῦθα τὸ µὲν ἀκόλουθον ταῖς ἀρχαῖς αἷς ὑπέθετο συνεῖδεν, οὐ µὴν τήν γε πρὸς τὸ φαινόµενον ἐναργῶς ᾐδέσθη µάχην, ἀλλ’ ὁµόσε χωρεῖ καὶ περὶ τούτου πᾶσιν οὐκ ἰατροῖς µόνον ἀλλ’ ἤδη καὶ τοῖς ἄλλοις ἀνθρώποις οὔτε κρίσιν εἶναί τινα λέγων οὔθ’ ἡµέραν κρίσιµον οὔθ’ ὅλως οὐδὲν ἐπὶ σωτηρίᾳ τοῦ ζῴου πραγµατεύσασθαι τὴν φύσιν. ἀεὶ γὰρ τὸ µὲν ἀκόλουθον φυλάττειν βούλεται, τὸ δ’ ἐναργῶς φαινόµενον ἀνατρέπειν ἔµπαλιν ᾿Επικούρῳ. τιθεὶς γὰρ ἐκεῖνος ἀεὶ τὸ φαινόµενον αἰτίαν αὐτοῦ ψυχρὰν ἀποδίδωσι. τὰ γὰρ ἀποπαλλόµενα σµικρὰ σώµατα τῆς ἡρακλείας λίθου τοιούτοις ἑτέροις περιπλέκεσθαι µορίοις τοῦ σιδήρου κἄπειτα διὰ τῆς περιπλοκῆς ταύτης µηδαµοῦ φαινοµένης ἐπισπᾶσθαι βαρεῖαν οὕτως οὐσίαν οὐκ οἶδ’ ὅπως ἄν τις πεισθείη. καὶ γὰρ εἰ τοῦτο συγχωρήσοµεν, τό γε τῷ σιδήρῳ πάλιν ἕτερον προστεθέν τι συνάπτεσθαι τὴν αὐτὴν αἰτίαν οὐκέτι προσίεται. τί γὰρ ἐροῦµεν; ἢ δηλαδὴ τῶν ἀπορρεόντων τῆς λίθου µορίων ἔνια µὲν προσκρούσαντα τῷ σιδήρῳ πάλιν ἀποπάλλεσθαι καὶ ταῦτα µὲν εἶναι, δι’ ὧν κρεµάννυσθαι συµβαίνει τὸν σίδηρον, τὰ δ’ εἰς αὐτὸν εἰσδυόµενα διὰ τῶν κενῶν πόρων διεξέρχεσθαι τάχιστα κἄπειτα τῷ παρακειµένῳ σιδήρῳ προσκρούοντα µήτ’ ἐκεῖνον διαδῦναι δύνασθαι, καίτοι τόν γε πρῶτον διαδύντα, παλινδροµοῦντα δ’ αὖθις ἐπὶ τὸν πρότερον ἑτέρας αὖθις ἐργάζεσθαι ταῖς προτέραις ὁµοίας περιπλοκάς; ἐναργῶς γὰρ ἐνταῦθα τὸ ληρῶδες τῆς αἰτίας ἐλέγχεται. γραφεῖα γοῦν οἶδά ποτε σιδηρᾶ πέντε κατὰ τὸ συνεχὲς ἀλλήλοις συναφθέντα, τοῦ πρώτου µὲν µόνου τῆς λίθου ψαύσαντος, ἐξ ἐκείνου δ’ εἰς τἆλλα τῆς δυνάµεως διαδοθείσης· καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς, εἰ µὲν τῷ κάτω τοῦ γραφείου πέρατι προσάγοις ἕτερον, ἔχεταί τε καὶ συνάπτεται καὶ κρέµαται τὸ προσενεχθέν· εἰ δ’ ἄλλῳ τινὶ µέρει τῶν πλαγίων προσθείης, οὐ συνάπτεται. πάντη γὰρ ὁµοίως ἡ τῆς λίθου διαδίδοται δύναµις, εἰ µόνον ἅψαιτο κατά τι τοῦ πρώτου γραφείου. καὶ µέντοι κἀκ τούτου πάλιν εἰς τὸ δεύτερον ὅλον ἡ δύναµις ἅµα νοήµατι διαρρεῖ κἀξ ἐκείνου πάλιν εἰς τὸ τρίτον ὅλον. εἰ δὴ νοήσαις σµικράν τινα λίθον ἡρακλείαν ἐν οἴκῳ τινὶ κρεµαµένην, εἶτ’ ἐν κύκλῳ ψαύοντα πάµπολλα σιδήρια κἀκείνων πάλιν ἕτερα κἀκείνων ἄλλα καὶ τοῦτ’ ἄχρι πλείονος, ἅπαντα δήπου πίµπλασθαι δεῖ τὰ σιδήρια τῶν ἀπορρεόντων τῆς λίθου σωµάτων. καὶ κινδυνεύει διαφορηθῆναι τὸ σµικρὸν ἐκεῖνο λιθίδιον εἰς τὰς ἀπορροὰς διαλυθέν. καίτοι, κἂν εἰ µηδὲν παρακέοιτ’ αὐτῷ σιδήριον, εἰς τὸν ἀέρα σκεδάννυται, µάλιστ’ εἰ καὶ θερµὸς ὑπάρχοι. ναί, φησί, σµικρὰ γὰρ αὐτὰ χρὴ πάνυ νοεῖν, ὥστε τῶν ἐµφεροµένων τῷ ἀέρι ψηγµάτων τούτων δὴ τῶν σµικροτάτων ἐκείνων ἔνια µυριοστὸν εἶναι µέρος. εἶτ’ ἐξ οὕτω σµικρῶν τολµᾶτε λέγειν κρεµάννυσθαι βάρη τηλικαῦτα σιδήρου; εἰ γὰρ ἕκαστον αὐτῶν µυριοστόν ἐστι µέρος τῶν ἐν τῷ ἀέρι φεροµένων ψηγµάτων, πηλίκον χρὴ νοῆσαι τὸ πέρας αὐτῶν τὸ ἀγκιστροειδές, ᾧ περιπλέκεται πρὸς ἄλληλα; πάντως γὰρ δήπου τοῦτο σµικρότατόν ἐστιν ὅλου τοῦ ψήγµατος. εἶτα µικρὸν µικρῷ, κινούµενον κινουµένῳ περιπλακὲν οὐκ εὐθὺς ἀποπάλλεται. καὶ γὰρ δὴ καὶ ἄλλ’ ἄττα πάντως αὐτοῖς, τὰ µὲν ἄνωθεν, τὰ δὲ κάτωθεν, καὶ τὰ µὲν ἔµπροσθεν, τὰ δ’ ὄπισθεν, τὰ δ’ ἐκ τῶν δεξιῶν, τὰ δ’ ἐκ τῶν ἀριστερῶν ἐκρηγνύµενα σείει τε καὶ βράττει καὶ µένειν οὐκ ἐᾷ. καὶ µέντοι καὶ πολλὰ χρὴ νοεῖν ἐξ ἀνάγκης ἕκαστον ἐκείνων τῶν σµικρῶν σωµάτων ἔχειν ἀγκιστρώδη πέρατα. δι’ ἑνὸς µὲν γὰρ ἀλλήλοις συνάπτεται, δι’ ἑτέρου δ’ ἑνὸς τοῦ µὲν ὑπερκειµένου τῇ λίθῳ, τοῦ δ’ ὑποκειµένου τῷ σιδήρῳ. εἰ γὰρ ἄνω µὲν ἐξαφθείη τῆς λίθου, κάτω δὲ τῷ σιδήρῳ µὴ συµπλακείη, πλέον οὐδέν. ὥστε τοῦ µὲν ὑπερκειµένου τὸ ἄνω µέρος ἐκκρέµασθαι χρὴ τῆς λίθου, τοῦ δ’ ὑποκειµένου τῷ κάτω πέρατι συνῆφθαι τὸν σίδηρον. ἐπεὶ δὲ κἀκ τῶν πλαγίων ἀλλήλοις περιπλέκεται, πάντως που κἀνταῦθα ἔχει τὰ ἄγκιστρα. καὶ µέµνησό µοι πρὸ πάντων, ὅπως ὄντα σµικρὰ τὰς τοιαύτας καὶ τοσαύτας ἀποφύσεις ἔχει. καὶ τούτου µᾶλλον ἔτι [µέµνησο], πῶς, ἵνα τὸ δεύτερον σιδήριον συναφθῇ τῷ πρώτῳ καὶ τῷ δευτέρῳ τὸ τρίτον κἀκείνῳ τὸ τέταρτον, ἅµα µὲν διεξέρχεσθαι χρὴ τοὺς πόρους ταυτὶ τὰ σµικρὰ καὶ ληρώδη ψήγµατα, ἅµα δ’ ἀποπάλλεσθαι τοῦ µετ’ αὐτὸ τεταγµένου, καίτοι κατὰ πᾶν ὁµοίου τὴν φύσιν ὑπάρχοντος. οὐδὲ γὰρ ἡ τοιαύτη πάλιν ὑπόθεσις ἄτολµος, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, µακρῷ τῶν ἔµπροσθεν ἀναισχυντοτέρα, πέντε σιδηρίων ὁµοίων ἀλλήλοις ἐφεξῆς τεταγµένων διὰ τοῦ πρώτου διαδυόµενα ῥᾳδίως τῆς λίθου τὰ µόρια κατὰ τὸ δεύτερον ἀποπάλλεσθαι καὶ µὴ διὰ τούτου κατὰ τὸν αὐτὸν τρόπον ἑτοίµως διεξέρχεσθαι. καὶ µὴν ἑκατέρως ἄτοπον. εἰ µὲν γὰρ ἀποπάλλεται, πῶς εἰς τὸ τρίτον ὠκέως διεξέρχεται; εἰ δ’ οὐκ ἀποπάλλεται, πῶς κρεµάννυται τὸ δεύτερον ἐκ τοῦ πρώτου; τὴν γὰρ ἀπόπαλσιν αὐτὸς ὑπέθετο δηµιουργὸν τῆς ὁλκῆς. ἀλλ’, ὅπερ ἔφην, εἰς ἀδολεσχίαν ἀναγκαῖον ἐµπίπτειν, ἐπειδάν τις τοιούτοις ἀνδράσι διαλέγηται. σύντοµον οὖν τινα καὶ κεφαλαιώδη λόγον εἰπὼν ἀπαλλάττεσθαι βούλοµαι. τοῖς [γὰρ] ᾿Ασκληπιάδου γράµµασιν εἴ τις ἐπιµελῶς ὁµιλήσειε, τήν τε
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.
Похожие на Сочинения. Том 5 - Гален Клавдий книги
- Лечебное питание при дистрофии - Василий Гладенин - Медицина
- Здоровое сердце - Александра Васильева - Медицина
- Здоровое сердце. Формула активности и долголетия - Александра Васильева - Медицина
- Где прячется бытие и возможна ли термодинамика процесса бытия? - Иван Андреянович Филатов - Менеджмент и кадры / Науки: разное
- Вин Чунь. Массажная пластика лица и тела - Михаил Алексеевич Давыдов - Медицина
- Записки философствующего врача. Книга третья. МОР? Философия коронакризиса и микроэлементы - Скальный Анатолий - Медицина
- Об особенностях животных - Клавдий Элиан - Античная литература / Природа и животные
- Статьи о питании и здоровье фонда Вестона Прайса - Вестон Прайс - Медицина
- Лечебные точки организма: снимаем боли в сердце и в области живота - Владимир Васичкин - Медицина
- Советы гинеколога для женского здоровья - Елена Савельева - Медицина