Рейтинговые книги
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 18 19 20 21 22 23 24 25 26 ... 182
ἦν τὸ ζῷον. ταῦτ’ οὖν εἴ τις αὐτὸς καθ’ ἑαυτὸν βουληθείη βασανίζειν ἐπὶ ζῴου, µεγάλως µοι δοκεῖ καταγνώσεσθαι τῆς ᾿Ασκληπιάδου προπετείας. εἰ δὲ δὴ καὶ τὴν αἰτίαν µάθοι, δι’ ἣν οὐδὲν ἐκ τῆς κύστεως εἰς τοὺς οὐρητῆρας ἀντεκρεῖ, πεισθῆναι ἄν µοι δοκεῖ καὶ διὰ τοῦδε τὴν εἰς τὰ ζῷα πρόνοιάν τε καὶ τέχνην τῆς φύσεως. ῾Ιπποκράτης µὲν οὖν ὧν ἴσµεν ἰατρῶν τε καὶ φιλοσόφων πρῶτος ἁπάντων, ὡς ἂν καὶ πρῶτος [ἀκριβῶς] ἐπιγνοὺς τὰ τῆς φύσεως ἔργα, θαυµάζει τε καὶ διὰ παντὸς αὐτὴν ὑµνεῖ δικαίαν ὀνοµάζων καὶ µόνην ἐξαρκεῖν εἰς ἅπαντα τοῖς ζῴοις φησίν, αὐτὴν ἐξ αὑτῆς ἀδιδάκτως πράττουσαν ἅπαντα τὰ δέοντα· τοιαύτην δ’ οὖσαν αὐτὴν εὐθέως καὶ δυνάµεις ὑπέλαβεν ἔχειν ἑλκτικὴν µὲν τῶν οἰκείων, ἀποκριτικὴν δὲ τῶν ἀλλοτρίων καὶ τρέφειν τε καὶ αὔξειν αὐτὴν τὰ ζῷα καὶ κρίνειν τὰ νοσήµατα· καὶ διὰ τοῦτ’ ἐν τοῖς σώµασιν ἡµῶν σύµπνοιάν τε µίαν εἶναί φησι καὶ σύρροιαν καὶ πάντα συµπαθέα. κατὰ δὲ τὸν᾿Ασκληπιάδην οὐδὲν οὐδενὶ συµπαθές ἐστι φύσει, διῃρηµένης τε καὶ κατατεθραυσµένης εἰς ἄναρµα στοιχεῖα καὶ ληρώδεις ὄγκους ἁπάσης τῆς οὐσίας. ἐξ ἀνάγκης οὖν ἄλλα τε µυρία τοῖς ἐναργῶς φαινοµένοις ἐναντίως ἀπεφήνατο καὶ τῆς φύσεως ἠγνόησε τήν τε τῶν οἰκείων ἐπισπαστικὴν δύναµιν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν. ἐπὶ µὲν οὖν τῆς ἐξαιµατώσεώς τε καὶ ἀναδόσεως ἐξεῦρέ τινα ψυχρὰν ἀδολεσχίαν· εἰς δὲ τὴν τῶν περιττωµάτων κάθαρσιν οὐδὲν ὅλως εὑρὼν εἰπεῖν οὐκ ὤκνησεν ὁµόσε χωρῆσαι τοῖς φαινοµένοις, ἐπὶ µὲν τῆς τῶν οὔρων διακρίσεως ἀποστερήσας µὲν τῶν τε νεφρῶν καὶ τῶν οὐρητήρων τὴν ἐνέργειαν, ἀδήλους δέ τινας πόρους εἰς τὴν κύστιν ὑποθέµενος· τοῦτο γὰρ ἦν δηλαδὴ µέγα καὶ σεµνὸν ἀπιστήσαντα τοῖς φαινοµένοις πιστεῦσαι τοῖς ἀδήλοις· ἐπὶ δὲ τῆς ξανθῆς χολῆς ἔτι µεῖζον αὐτῷ καὶ νεανικώτερόν ἐστι τὸ τόλµηµα· γεννᾶσθαι γὰρ αὐτὴν ἐν τοῖς χοληδόχοις ἀγγείοις, οὐ διακρίνεσθαι λέγει. πῶς οὖν τοῖς ἰκτερικοῖς ἅµ’ ἄµφω συµπίπτει, τὰ µὲν διαχωρήµατα µηδὲν ὅλως ἐν αὑτοῖς ἔχοντα χολῆς, ἀνάπλεων δ’ αὐτοῖς γιγνόµενον ὅλον τὸ σῶµα; ληρεῖν πάλιν ἐνταῦθ’ ἀναγκάζεται τοῖς ἐπὶ τῶν οὔρων εἰρηµένοις παραπλησίως. ληρεῖ δ’ οὐδὲν ἧττον καὶ περὶ τῆς µελαίνης χολῆς καὶ τοῦ σπληνὸς οὔτε τί ποθ’ ὑφ’ ῾Ιπποκράτους εἴρηται συνιεὶς ἀντιλέγειν τ’ ἐπιχειρῶν οἷς οὐκ οἶδεν ἐµπλήκτῳ τινὶ καὶ µανικῷ στόµατι. τί δὴ τὸ κέρδος ἐκ τῶν τοιούτων δογµάτων εἰς τὰς θεραπείας ἐκτήσατο; µήτε νεφριτικόν τι νόσηµα δύνασθαι θεραπεῦσαι µήτ’ ἰκτερικὸν µήτε µελαγχολικόν, ἀλλὰ καὶ περὶ τοῦ πᾶσιν ἀνθρώποις οὐχ ῾Ιπποκράτει µόνον ὁµολογουµένου τοῦ καθαίρειν τῶν φαρµάκων ἔνια µὲν τὴν ξανθὴν χολήν, ἔνια δὲ τὴν µέλαιναν, ἄλλα δέ τινα φλέγµα καί τινα τὸ λεπτὸν καὶ ὑδατῶδες περίττωµα, µηδὲ περὶ τούτων συγχωρεῖν, ἀλλ’ ὑπ’ αὐτῶν [γε] τῶν φαρµάκων γίγνεσθαι λέγειν τοιοῦτον ἕκαστον τῶν κενουµένων, ὥσπερ ὑπὸ τῶν χοληδόχων πόρων τὴν χολήν· καὶ µηδὲν διαφέρειν κατὰ τὸν θαυµαστὸν ᾿Ασκληπιάδην ἢ ὑδραγωγὸν διδόναι τοῖς ὑδεριῶσιν ἢ χολαγωγὸν φάρµακον· ἅπαντα γὰρ ὁµοίως κενοῦν καὶ συντήκειν τὸ σῶµα καὶ τὸ σύντηγµα τοιόνδε τι φαίνε-σθαι ποιεῖν, µὴ πρότερον ὑπάρχον τοιοῦτον. ἆρ’ οὖν οὐ µαίνεσθαι νοµιστέον αὐτὸν ἢ παντάπασιν ἄπειρον εἶναι τῶν ἔργων τῆς τέχνης; τίς γὰρ οὐκ οἶδεν, ὡς εἰ µὲν φλέγµατος ἀγωγὸν δοθείη φάρµακον τοῖς ἰκτεριῶσιν, οὐκ ἂν οὐδὲ τέτταρας κυάθους καθαρθεῖεν· οὕτω δ’ οὐδ’ εἰ τῶν ὑδραγωγῶν τι· χολαγωγῷ δὲ φαρµάκῳ πλεῖστον µὲν ἐκκενοῦται χολῆς, αὐτίκα δὲ καθαρὸς τοῖς οὕτω καθαρθεῖσιν ὁ χρὼς γίγνεται. πολλοὺς γοῦν ἡµεῖς µετὰ τὸ θεραπεῦσαι τὴν ἐν τῷ ἥπατι διάθεσιν ἅπαξ καθήραντες ἀπηλλάξαµεν τοῦ παθήµατος. οὐ µὴν οὐδ’ εἰ φλέγµατος ἀγωγῷ καθαίροις φαρµάκῳ, πλέον ἄν τι διαπράξαιο. καὶ ταῦτ’ οὐχ ῾Ιπποκράτης µὲν οὕτως οἶδε γιγνόµενα, τοῖς δ’ ἀπὸ τῆς ἐµπειρίας µόνης ὁρµωµένοις ἑτέρως ἔγνωσται, ἀλλὰ κἀκείνοις ὡσαύτως καὶ πᾶσιν ἰατροῖς, οἷς µέλει τῶν ἔργων τῆς τέχνης, οὕτω δοκεῖ πλὴν ᾿Ασκληπιάδου. προδοσίαν γὰρ εἶναι νενόµικε τῶν στοιχείων ὧν ὑπέθετο τὴν ἀληθῆ περὶ τῶν τοιούτων ὁµολογίαν. εἰ γὰρ ὅλως εὑρεθείη τι φάρµακον ἑλκτικὸν τοῦδέ τινος τοῦ χυµοῦ µόνου, κίνδυνος κρατεῖν δηλαδὴ τῷ λόγῳ τὸ ἐν ἑκάστῳ τῶν σωµάτων εἶναί τινα δύναµιν ἐπισπαστικὴν τῆς οἰκείας ποιότητος. διὰ τοῦτο κνῆκον µὲν καὶ κόκκον τὸν κνίδιον καὶ ἱπποφαὲς οὐχ ἕλκειν ἐκ τοῦ σώµατος ἀλλὰ ποιεῖν τὸ φλέγµα φησίν· ἄνθος δὲ χαλκοῦ καὶ λεπίδα καὶ αὐτὸν τὸν κεκαυµένον χαλκὸν καὶ χαµαίδρυν καὶ χαµαιλέοντα εἰς ὕδωρ ἀναλύειν τὸ σῶµα καὶ τοὺς ὑδερικοὺς ὑπὸ τούτων οὐ καθαιροµένους ὀνίνασθαι ἀλλὰ κενουµένους συναυξόντων δηλαδὴ τὸ πάθος. εἰ γὰρ οὐ κενοῖ τὸ περιεχόµενον ἐν τοῖς σώµασιν ὑδατῶδες ὑγρὸν ἀλλ’ αὐτὸ γεννᾷ, τῷ νοσήµατι προστιµωρεῖται. καὶ µέν γε καὶ ἡ σκαµµωνία πρὸς τῷ µὴ κενοῦν ἐκ τοῦ σώµατος τῶν ἰκτερικῶν τὴν χολὴν ἔτι καὶ τὸ χρηστὸν αἷµα χολὴν ἐργαζοµένη καὶ συντήκουσα τὸ σῶµα καὶ τηλικαῦτα κακὰ δρῶσα καὶ τὸ πάθος ἐπαύξουσα κατά γε τὸν ᾿Ασκληπιάδου λόγον ὅµως ἐναργῶς ὁρᾶται πολλοὺς ὠφελοῦσα. ναί, φησίν, ὀνίνανται µέν, ἀλλ’ αὐτῷ µόνῳ τῷ λόγῳ τῆς κενώσεως. καὶ µὴν εἰ φλέγµατος ἀγωγὸν αὐτοῖς δοίης φάρµακον, οὐκ ὀνήσονται. καὶ τοῦθ’ οὕτως ἐναργές ἐστιν, ὥστε καὶ οἱ ἀπὸ µόνης τῆς ἐµπειρίας ὁρµώµενοι γιγνώσκουσιν αὐτό. καίτοι τούτοις γε τοῖς ἀνδράσιν αὐτὸ δὴ τοῦτ’ ἔστι φιλοσόφηµα, τὸ µηδενὶ λόγῳ πιστεύειν ἀλλὰ µόνοις τοῖς ἐναργῶς φαινοµένοις. ἐκεῖνοι µὲν οὖν σωφρονοῦσιν· ᾿Ασκληπιάδης δὲ παραπαίει ταῖς αἰσθήσεσιν ἡµᾶς ἀπιστεῖν κελεύων, ἔνθα τὸ φαινόµενον ἀνατρέπει σαφῶς αὐτοῦ τὰς ὑποθέσεις. καίτοι µακρῷ γ’ ἦν ἄµεινον οὐχ ὁµόσε χωρεῖν τοῖς φαινοµένοις ἀλλ’ ἐκείνοις ἀναθέσθαι τὸ πᾶν. ἆρ’ οὖν ταῦτα µόνον ἐναργῶς µάχεται τοῖς ᾿Ασκληπιάδου δόγµασιν ἢ καὶ τὸ θέρους µὲν πλείονα κενοῦσθαι τὴν ξανθὴν χολὴν ὑπὸ τῶν αὐτῶν φαρµάκων, χειµῶνος δὲ τὸ φλέγµα, καὶ νεανίσκῳ µὲν πλείονα τὴν χολήν, πρεσβύτῃ δὲ τὸ φλέγµα; φαίνεται γὰρ ἕκαστον ἕλκειν τὴν οὖσαν, οὐκ αὐτὸ γεννᾶν τὴν οὐκ οὖσαν. εἰ γοῦν ἐθελήσαις νεανίσκῳ τινὶ τῶν ἰσχνῶν καὶ θερµῶν ὥρᾳ θέρους µήτ’ ἀργῶς βεβιωκότι µήτ’ ἐν πλησµονῇ φλέγµατος ἀγωγὸν δοῦναι φάρµακον, ὀλίγιστον µὲν καὶ µετὰ βίας πολλῆς ἐκκενώσεις τοῦ χυµοῦ, βλάψεις δ’ ἐσχάτως τὸν ἄνθρωπον· ἔµπαλιν δ’ εἰ χολαγωγὸν δοίης, καὶ πάµπολυ κενώσεις καὶ βλάψεις οὐδέν. ἆρ’ ἀπιστοῦµεν ἔτι τῷ µὴ οὐχ ἕκαστον τῶν φαρµάκων ἐπάγεσθαι τὸν οἰκεῖον ἑαυτῷ χυµόν; ἴσως φήσουσιν οἱ ἀπ’ ᾿Ασκληπιάδου, µᾶλλον δ’ οὐκ ἴσως, ἀλλὰ πάντως ἀπιστεῖν ἐροῦσιν, ἵνα µὴ προδῶσι τὰ φίλτατα.

14. Πάλιν οὖν καὶ ἡµεῖς ἐφ’ ἑτέραν µεταβῶµεν ἀδολεσχίαν· οὐ γὰρ ἐπιτρέπουσιν οἱ σοφισταὶ τῶν ἀξίων τι ζητηµάτων προχειρίζεσθαι καίτοι παµπόλλων ὑπαρχόντων, ἀλλὰ κατατρίβειν ἀναγκάζουσι τὸν χρόνον εἰς τὴν τῶν σοφισµάτων, ὧν προβάλλουσι, λύσιν. τίς οὖν ἡ ἀδολεσχία; ἡ ἔνδοξος αὕτη καὶ πολυθρύλητος λίθος ἡ τὸν σίδηρον ἐπισπωµένη.

1 ... 18 19 20 21 22 23 24 25 26 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.
Похожие на Сочинения. Том 5 - Гален Клавдий книги

Оставить комментарий