Рейтинговые книги
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 16 17 18 19 20 21 22 23 24 ... 182
τελέως ὁµοιοῦται. δηλοῦσι δ’ αἱ καλούµεναι λεῦκαι τὴν διαφορὰν ὁµοιώσεώς τε καὶ προσφύσεως, ὥσπερ τὸ γένος ἐκεῖνο τῶν ὑδέρων, ὅ τινες ὀνοµάζουσιν ἀνὰ σάρκα, διορίζει σαφῶς πρόσθεσιν προσφύσεως. οὐ γὰρ ἐνδείᾳ δήπου τῆς ἐπιρρεούσης ὑγρότητος, ὡς ἔνιαι τῶν ἀτροφιῶν τε καὶ φθίσεων, ἡ τοῦ τοιούτου γένεσις ὑδέρου συντελεῖται. φαίνεται γὰρ ἱκανῶς [αὐτοῖς] ἥ τε σὰρξ ὑγρὰ καὶ διάβροχος ἕκαστόν τε τῶν στερεῶντοῦ σώµατος µορίων ὡσαύτως διακείµενον. ἀλλὰ πρόσθεσις µέν τις γίγνεται τῆς ἐπιφεροµένης τροφῆς, ἅτε δ’ ὑδατωδεστέρας οὔσης ἔτι καὶ µὴ πάνυ τι κεχυµωµένης µηδὲ τὸ γλίσχρον ἐκεῖνο καὶ κολλῶδες, ὃ δὴ τῆς ἐµφύτου θερµασίας οἰκονοµίᾳ προσγίγνεται, κεκτηµένης ἡ πρόσφυσις ἀδύνατός ἐστιν ἐπιτελεῖσθαι πλήθει λεπτῆς ὑγρότητος ἀπέπτου διαρρεούσης τε καὶ ῥᾳδίως ὀλισθαινούσης ἀπὸ τῶν στερεῶν τοῦ σώµατος µορίων τῆς τροφῆς. ἐν δὲ ταῖς λεύκαις πρόσφυσις µέν τις γίγνεται τῆς τροφῆς, οὐ µὴν ἐξοµοίωσίς γε. καὶ δῆλον ἐν τῷδε τὸ µικρῷ πρόσθεν ῥηθὲν ὡς ὀρθῶς ἐλέγετο τὸ δεῖν πρόσθεσιν µὲν πρῶτον, ἐφεξῆς δὲ πρόσφυσιν, ἔπειτ’ ἐξοµοίωσιν γενέσθαι τῷ µέλλοντι τρέφεσθαι. κυρίως µὲν οὖν τὸ τρέφον ἤδη τροφή, τὸ δ’ οἷον µὲν τροφή, οὔπω δὲ τρέφον, ὁποῖόν ἐστι τὸ προσφυόµενον ἢ προστιθέµενον, τροφὴ µὲν οὐ κυρίως, ὁµωνύµως δὲ τροφή· τὸ δ’ ἐν ταῖς φλεψὶν ἔτι περιεχόµενον καὶ τούτου µᾶλλον ἔτι τὸ κατὰ τὴν γαστέρα τῷ µέλλειν ποτὲ θρέψειν, εἰ καλῶς κατεργασθείη, κέκληται τροφή. κατὰ ταὐτὰ δὲ καὶ τῶν ἐδεσµάτων ἕκαστον τροφὴν ὀνοµάζοµεν οὔτε τῷ τρέφειν ἤδη τὸ ζῷον οὔτε τῷ τοιοῦτον ὑπάρχειν οἷον τὸ τρέφον, ἀλλὰ τῷ δύνασθαί τε καὶ µέλλειν τρέφειν, εἰ καλῶς κατεργασθείη. τοῦτο γὰρ ἦν καὶ τὸ πρὸς ῾Ιπποκράτους λεγόµενον· “τροφὴ δὲ τὸ τρέφον, τροφὴ καὶ τὸ οἷον τροφὴ καὶ τὸ µέλλον”. τὸ µὲν γὰρ ὁµοιούµενον ἤδη τροφὴν ὠνόµασε, τὸ δ’ οἷον µὲν ἐκεῖνο προστιθέµενον ἢ προσφυόµενον οἷον τροφήν· τὸ δ’ ἄλλο πᾶν, ὅσον ἐν τῇ γαστρὶ καὶ ταῖς φλεψὶ περιέχεται, µέλλον.

12. ῞Οτι µὲν οὖν ἀναγκαῖον ὁµοίωσίν τιν’ εἶναι τοῦ τρέφοντος τῷ τρεφοµένῳ τὴν θρέψιν, ἄντικρυς δῆλον. οὐ µὴν ὑπάρχουσάν γε ταύτην τὴν ὁµοίωσιν, ἀλλὰ φαινοµένην µόνον εἶναί φασιν οἱ µήτε τεχνικὴν οἰόµενοι τὴν φύσιν εἶναι µήτε προνοητικὴν τοῦ ζῴου µήθ’ ὅλως τινὰς οἰκείας ἔχειν δυνάµεις, αἷς χρωµένη τὰ µὲν ἀλλοιοῖ, τὰ δ’ ἕλκει, τὰ δ’ ἐκκρίνει. καὶ αὗται δύο γεγόνασιν αἱρέσεις κατὰ γένος ἐν ἰατρικῇ τε καὶ φιλοσοφίᾳ τῶν ἀπο-φηναµένων τι περὶ φύσεως ἀνδρῶν, ὅσοι γ’ αὐτῶν γιγνώσκουσιν, ὅ τι λέγουσι, καὶ τὴν ἀκολουθίαν ὧν ὑπέθεντο θεωροῦσι θ’ ἅµα καὶ διαφυλάττουσιν. ὅσοι δὲ µηδ’ αὐτὸ τοῦτο συνιᾶσιν, ἀλλ’ ἁπλῶς, ὅ τι ἂν ἐπὶ γλῶτταν ἔλθῃ, ληροῦσιν, ἐν οὐδετέρᾳ τῶν αἱρέσεων ἀκριβῶς καταµένοντες, οὐδὲ µεµνῆσθαι τῶν τοιούτων προσήκει. τίνες οὖν αἱ δύο αἱρέσεις αὗται καὶ τίς ἡ τῶν ἐν αὐταῖς ὑποθέσεων ἀκολουθία; τὴν ὑποβεβληµένην οὐσίαν γενέσει καὶ φθορᾷ πᾶσαν ἡνωµένην θ’ ἅµα καὶ ἀλλοιοῦσθαι δυναµένην ὑπέθετο θάτερον γένος τῆς αἱρέσεως, ἀµετάβλητον δὲ καὶ ἀναλλοίωτον καὶ κατατετµηµένην εἰς λεπτὰ καὶ κεναῖς ταῖς µεταξὺ χώραις διειληµµένην ἡ λοιπή. καὶ τοίνυν ὅσοι γε τῆς ἀκολουθίας τῶν ὑποθέσεων αἰσθάνονται, κατὰ µὲν τὴν δευτέραν αἵρεσιν οὔτε φύσεως οὔτε ψυχῆς ἰδίαν τινὰ νοµίζουσιν οὐσίαν ἢ δύναµιν ὑπάρχειν, ἀλλ’ ἐν τῇ ποιᾷ συνόδῳ τῶν πρώτων ἐκείνων σωµάτων τῶν ἀπαθῶν ἀποτελεῖσθαι. κατὰ δὲ τὴν προτέραν εἰρηµένην αἵρεσιν οὐχ ὑστέρα τῶν σωµάτων ἡ φύσις, ἀλλὰ πολὺ προτέρα τε καὶ πρεσβυτέρα. καὶ τοίνυν κατὰ µὲν τούτους αὕτη τὰ σώµατα τῶν τε φυτῶν καὶ τῶν ζῴων συνίστησι δυνάµεις τινὰς ἔχουσα τὰς µὲν ἑλκτικάς θ’ ἅµα καὶ ὁµοιωτικὰς τῶν οἰκείων, τὰς δ’ ἀποκριτικὰς τῶν ἀλλοτρίων, καὶ τεχνικῶς ἅπαντα διαπλάττει τε γεννῶσα καὶ προνοεῖται τῶν γεννωµένων ἑτέραις αὖθίς τισι δυνάµεσι, στερκτικῇ µέν τινι καὶ προνοητικῇ τῶν ἐγγόνων, κοινωνικῇ δὲ καὶ φιλικῇ τῶν ὁµογενῶν. κατὰ δ’ αὖ τοὺς ἑτέρους οὔτε τούτων οὐδὲν ὑπάρχει ταῖς φύσεσιν οὔτ’ ἔννοιά τίς ἐστι τῇ ψυχῇ σύµφυτος ἐξ ἀρχῆς οὐκ ἀκολουθίας οὐ µάχης, οὐ διαιρέσεως οὐ συνθέσεως, οὐ δικαίων οὐκ ἀδίκων, οὐ καλῶν οὐκ αἰσχρῶν, ἀλλ’ ἐξ αἰσθήσεώς τε καὶ δι’ αἰσθήσεως ἅπαντα τὰ τοιαῦθ’ ἡµῖν ἐγγίγνεσθαί φασι καὶ φαντασίαις τισὶ καὶ µνήµαις οἰακίζεσθαι τὰ ζῷα. ἔνιοι δ’ αὐτῶν καὶ ῥητῶς ἀπεφήναντο µηδεµίαν εἶναι τῆς ψυχῆς δύναµιν, ᾗ λογιζόµεθα, ἀλλ’ ὑπὸ τῶν αἰσθητῶν ἄγεσθαι παθῶν ἡµᾶς καθάπερ βοσκήµατα πρὸς µηδὲν ἀνανεῦσαι µηδ’ ἀντειπεῖν δυναµένους. καθ’ οὓς δηλονότι καὶ ἀνδρεία καὶ φρόνη-σις καὶ σωφροσύνη καὶ ἐγκράτεια λῆρός ἐστι µακρὸς καὶ φιλοῦµεν οὔτ’ ἀλλήλους οὔτε τὰ ἔγγονα καὶ τοῖς θεοῖς οὐδὲν ἡµῶν µέλει. καταφρονοῦσι δὲ καὶ τῶν ὀνειράτων καὶ τῶν οἰωνῶν καὶ τῶν συµβόλων καὶ πάσης ἀστρολογίας, ὑπὲρ ὧν ἡµεῖς µὲν ἰδίᾳ δι’ ἑτέρων γραµµάτων ἐπὶ πλέον ἐσκεψάµεθα περὶ τῶν ᾿Ασκληπιάδου τοῦ ἰατροῦ σκοπούµενοι δογµάτων. ἔνεστι δὲ τοῖς βουλοµένοις κἀκείνοις µὲν ὁµιλῆσαι τοῖς λόγοις καὶ νῦν δ’ ἤδη σκοπεῖν, ὥσπερ τινῶν δυοῖν ὁδῶν ἡµῖν προκειµένων, ὁποτέραν βέλτιόν ἐστι τρέπεσθαι. ῾Ιπποκράτης µὲν γὰρ τὴν προτέραν ῥηθεῖσαν ἐτράπετο, καθ’ ἣν ἥνωται µὲν ἡ οὐσία καὶ ἀλλοιοῦται καὶ σύµπνουν ὅλον ἐστὶ καὶ σύρρουν τὸ σῶµα καὶ ἡ φύσις ἅπαντα τεχνικῶς καὶ δικαίως πράττει δυνάµεις ἔχουσα, καθ’ ἃς ἕκαστον τῶν µορίων ἕλκει µὲν ἐφ’ ἑαυτὸ τὸν οἰκεῖον ἑαυτῷ χυµόν, ἕλξαν δὲ προσφύει τε παντὶ µέρει τῶν ἐν αὑτῷ καὶ τελέως ἐξοµοιοῖ, τὸ δὲ µὴ κρατηθὲν ἐν τούτῳ µηδὲ τὴν παντελῆ δυνηθὲν ἀλλοίωσίν τε καὶ ὁµοιότητα τοῦ τρεφοµένου καταδέξασθαι δι’ ἑτέρας αὖ τινος ἐκκριτικῆς δυνάµεως ἀποτρίβεται.

13. Μαθεῖν δ’ ἔνεστιν οὐ µόνον ἐξ ὧν οἱ τἀναντία τιθέµενοι διαφέρονται τοῖς ἐναργῶς φαινοµένοις, εἰς ὅσον ὀρθότητός τε καὶ ἀληθείας ἥκει τὰ ῾Ιπποκράτους δόγµατα, ἀλλὰ κἀξ αὐτῶν τῶν κατὰ µέρος ἐν τῇ φυσικῇ θεωρίᾳ ζητουµένων τῶν τ’ ἄλλων ἁπάντων καὶ τῶν ἐν τοῖς ζῴοις ἐνεργειῶν. ὅσοι γὰρ οὐδεµίαν οὐδενὶ µορίῳ νοµίζουσιν ὑπάρχειν ἑλκτικὴν τῆς οἰκείας ποιότητος δύναµιν, ἀναγκάζονται πολλάκις ἐναντία λέγειν τοῖς ἐναργῶς φαινοµένοις, ὥσπερ καὶ ᾿Ασκληπιάδης ὁ ἰατρὸς ἐπὶ τῶν νεφρῶν ἐποίησεν, οὓς οὐ µόνον ῾Ιπποκράτης ἢ Διοκλῆς ἢ ᾿Ερασίστρατος ἢ Πραξαγόρας ἤ τις ἄλλος ἰατρὸς ἄριστος ὄργανα διακριτικὰ τῶν οὔρων πεπιστεύκασιν ὑπάρχειν, ἀλλὰ καὶ οἱ µάγειροι σχεδὸν ἅπαντες ἴσασιν, ὁσηµέραι θεώµενοι τήν τε θέσιν αὐτῶν καὶ τὸν ἀφ’ ἑκατέρου πόρον εἰς τὴν κύστιν ἐµβάλλοντα, τὸν οὐρητῆρα καλούµενον, ἐξ αὐτῆς τῆς κατασκευῆς ἀναλογιζόµενοι τήν τε χρείαν αὐτῶν καὶ τὴν δύναµιν. καὶ πρό γε τῶν µαγείρων ἅπαντες ἄνθρωποι καὶ δυσουροῦντες πολλάκις καὶ παντάπασιν ἰσχουροῦντες, ὅταν ἀλγῶσι µὲν τὰ κατὰ τὰς ψόας, ψαµµώδη δ’ ἐξουρῶσιν, νεφριτικοὺς ὀνοµάζουσι σφᾶς αὐτούς. ᾿Ασκληπιάδην δ’ οἶµαι µηδὲ λίθον οὐρηθέντα ποτὲ θεάσασθαι πρὸς τῶν οὕτω πασχόντων µηδ’ ὡς προηγήσατο κατὰ τὴν µεταξὺ τῶν

1 ... 16 17 18 19 20 21 22 23 24 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.
Похожие на Сочинения. Том 5 - Гален Клавдий книги

Оставить комментарий