Рейтинговые книги
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 115 116 117 118 119 120 121 122 123 ... 182
ταῦτα ἐπισκεπτοµένῳ δόξῃ τὰ τῆς δυνάµεως ἰσχυρὰ διαµένειν, ἥµισυ προσθήσεις κατὰ τὴν ἐπαφαίρεσιν. ἔµαθες δὲ τῷ σφοδρῷ σφυγµῷ µετὰ ὁµαλότητος ὡς ἀψευδεῖ σηµείῳ πιστεύειν περὶ δυνάµεως ἰσχυρᾶς, ἐξ ἐπιµέτρου δὲ καὶ τῷ µεγάλῳ. καὶ τοίνυν καὶ τοὺς ἑβδοµηκοντούτας φλεβοτοµήσεις ὧν εἴρηκα σφυγµῶν παρόντων, ἐπειδὰν ἡ διάθεσις κελεύῃ. εἰσὶ γὰρ ἔτι καὶ κατὰ τὴν ἡλικίαν τήνδε πολύαιµοί τινες ἅµα ῥώµῃ δυνάµεως, ὥσπερ ἕτεροι ξηροὶ, καὶ ὀλίγαι µοι καὶ ῥᾳδίως µελαινόµενοι πᾶν τὸ πληγὲν µέρος. οὐ προσέξεις οὖν τῷ ἀριθµῷ µόνον, καθάπερ ἔνιοι προσέχουσιν, ἀλλὰ τῇ τοῦ σώµατος ἕξει. καὶ γὰρ ἑξηκο-ντοῦταί τινες οὐκέτι φέρουσι φλεβοτοµίαν, ἑβδοµηκοντοῦται δὲ φέρουσιν. ἀλλὰ ἔλαττον ἀφαιρήσεις δηλονότι τούτων, εἰ καὶ τὴν αὐτὴν ἔχειν φαίνονται διάθεσιν ἀκµαστικῷ σώµατι.

14. Κάλλιστον µὲν πρὸ τοῦ διαιρεῖν τὴν φλέβα τὰ τοιαῦτα πάντα ἐπισκέπτεσθαι, καὶ µάλιστα περὶ αἱµοῤῥοΐδων ἐπισχοµένων καὶ γυναικείας καθάρσεως. ὁπότε γὰρ σχασθείσης τῆς φλεβὸς ῥέῃ τὸ αἷµα, τῇ µεταβολῇ µὲν αὐτοῦ, καὶ µάλισθ’ ὅταν ᾖ ἤδη φλεγµονὴ, καὶ τῷ τόνῳ δὲ τῆς ῥύσεως ὁκλάζοντι, µάλιστα δὲ τῇ µεταβολῇ τῶν σφυγµῶν ὡς ψευδεῖ γνωρίσµατι προσέχειν δεῖ τὸν νοῦν καὶ παύειν αὐτίκα µεταβάλλοντος ἢ κατὰ µέγεθος ἢ κατὰ ἀνωµαλίαν ἡντινοῦν. περὶ µὲν γὰρ τῆς εἰς ἀµυδρότητα µεταβολῆς τί δεῖ καὶ λέγειν; ἔµαθες γὰρ ἐν τῇ ποιότητι ταύτῃ βεβαίαν γίγνεσθαι διάκρισιν ἰσχυρᾶς τε καὶ ἀσθενοῦς δυνάµεως. ἐφ’ ὧν δὲ ἐγγὺς τῆς διαιρουµένης φλεβὸς ἐστί τις φλεγµονὴ µεγάλη, κάλλιστον ἀναµένειν τὴν µεταβολὴν τοῦ αἵµατος ἔν τε τῇ χροιᾷ καὶ τῇ συστάσει, καθάπερ καὶ ὁ ῾Ιπποκράτης ἐδήλωσεν ἐν τῷ περὶ διαίτης ὀξέων, ἐπὶ πλευρίτιδος ποιούµενος τὸν λόγον. ἕτερον γάρ ἐστι τὸ κατὰ φλεγµονὴν αἷµα τοῦ κατὰ φύσιν, ἐπιθερµαινόµενον ἐπιπλέον, εἰ µὲν ἦν ἔµπροσθεν ὠµότερον, ἐρυθρότερον καὶ ξανθότερον γίνεται, εἰ δὲ τοιοῦτον ἦν ἔµπροσθεν, ἐπὶ τὸ µέλαν ἐκτρέπεται κατοπτώµενον, διὰ τοῦτο ἔγραψεν ἐπὶ τῶν πλευριτικῶν ὁ ῾Ιπποκράτης ὧδε· ὁποίαν δὲ χρὴ τέµνειν τὴν ἐν ἀγκῶνι φλέβα τὴν εἴσω καὶ µὴ ὀκνεῖν συχνὸν ἀφαιρήσειν, ἔστ’ ἂν ἐρυθρότερόν τε καὶ ξανθότερον πολὺ ῥυῇ, ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν. ἀµφότερα γὰρ γίνεται, σηµεῖον γὰρ τίθεται τοῦ µετειλῆφθαί τι τοῦ κατὰ τὴν φλεγµονὴν αἵµατος εἰς τὴν τετµηµένην φλέβα, τῷ φανῆναι µεταβολὴν ἐν αὐτῷ. οὐ µὴν ἐκ παντὸς τρόπου περιµένειν χρὴ ταύτην, ἀλλ’ ἔσθ’ ὅτε καὶ πρὸ τοῦ γενέσθαι παύεσθαι προσήκει διὰ διττὴν αἰτίαν, ἤτοι δυνάµεως ἀῤῥωστούσης ἢ κακοήθους φλεγµονῆς, ἐνίοτε γὰρ οὐδὲν µεθίησιν, ἀλλὰ ἔσφικται σφοδρῶς. εἰ µέντοι ἡ δύναµις µὴ φαίνοιτο καταλυοµένη διὰ τῆς κενώσεως, εἴδη δὲ τοῦτο τῶν σφυγµῶν ἁπτόµενος, ὅταν φλεβοτοµούµενος ἀκµάζων εἴη, περιµένειν προσήκει τὴν µεταβολὴν, καὶ µᾶλλον εἰ τὸ περιέχον εὔκρατον εἴη. δύο γάρ ἐστι ταῦτα δι’ ἃ µάλιστα γίγνεται στοχαστικὸν τὸ ποσὸν τῆς κενώσεως ἐν τούτῳ τῷ βοηθήµατι, τοῦ τε κάµνοντος ἡ φύσις ὁποία τίς ἐστιν ἀδυνατούντων ἡµῶν ἀκριβῶς διαγνῶναι, τοῦ τε περιέχοντος ἡ κρᾶσις ὁποία τις ἔσται µετὰ τὴν φλεβοτοµίαν. ὁπόταν γὰρ ἡ µὲν πυρετώδης θερµασία διαφορῇ πολὺ τοῦ αἵµατος, ἐνδεῶς δ’ ὁ κάµνων ᾖ διαιτώµενος, ἐξ ἀνάγκης ἐπιλείπῃ ταχέως αὐτὸν ἡ ἐκ τοῦ αἵµατος τροφὴ, κᾀν τούτῳ καταλυθῇ ἡ δύναµις. ἐκδαπανᾶται δὲ διὰ µὲν τὴν κρᾶσιν τοῦ νοσοῦντος, ὑγράν τε καὶ θερµὴν οὖσαν, οἵα περ ἐστὶ καὶ ἡ τῶν παίδων, διὰ δὲ τὸ περιέχον ἐν χώρᾳ θερµῇ καὶ ὥρᾳ θερινῇ. διὰ τοῦτ’ οὖν ἔλαττον ἀφαιροῦµεν ἢ τὸ πλῆθος ὑπαγορεύει, κατὰ µὲν τὰς ἡλικίας ἐπὶ τῶν παίδων, κατὰ δὲ τὰς ἕξεις τοῦ σώµατος ἐπὶ τῶν ἁπαλοσάρκων καὶ λευκῶν, οἷοί περ εἰσὶν οἱ Κελτοὶ, κατὰ δὲ τὰς ὥρας ὑπὸ τοῦ κυνός. παραπλησίως δὲ κατὰ τὰ χωρία καὶ τὰς καταστάσεις. καθ’ ἕτερον δὲ τρόπον, ὡς εἴρηται καὶ ἔµπροσθεν ἐπὶ τῶν ἐναντίων, ὅπερ ἐστὶν ἐπὶ τῶν ψυχρῶν ὡρῶν τε καὶ χωρῶν, εὐλαβούµεθα κένωσιν δαψιλῆ διὰ τὴν ἑποµένην κατάψυξιν. οὔκουν οἷόν τε διὰ γραφῆς ἐφ’ ἑκάστῳ τῶν εἰρηµένων ἓν ἀφορίσαι κενώσεως µέτρον. οἶδα γὰρ ἐπ’ ἐνίων µὲν αὐτάρκως ἀφελεῖν στ′ λίτρας αἵµατος, ὡς τόν τε πυρετὸν αὐτίκα σβεσθῆναι καὶ µηδεµίαν ἀκολουθῆσαι κάκωσιν τῆς δυνάµεως· ἐπ’ ἐνίων δὲ µίαν καὶ ἡµίσειαν οὐκ ἄνευ τοῦ βραχύ τι παραβλάψαι τὴν δύναµιν, ἐφ’ ὧν εἰ δύο τις ἐκένωσεν, ἔβλαψεν ἂν ἐσχάτως. διὰ τοῦτ’ οὖν οἶδα καὶ µίαν ἀφῃρηκὼς λίτραν ἐνίοτε ὠφελίµως, καί ποτε καὶ ταύτης ἐλάττονα, ἀπὸ φλεβὸς κατ’ ἀγκῶνα καὶ ἰγνύαν καὶ ἀστράγαλον, ὡς ἔκ τε τῶν παρὰ τοὺς µεγάλους κανθοὺς τῶν ὀφθαλµῶν ἢ ὑπὸ τὴν γλῶτταν, οὐδὲ ῥεῖν εἴωθεν ἀξιόλογον, ὥσπερ οὐδ’ εἴ τις ἐν ποσὶν ἢ ἄκραις χερσὶ τέµνει φλέβα, καθάπερ καὶ οἱ σπλῆνα θεραπεύσασθαι νοµίζοντες ὑπὸ τῆς παρὰ τὸν δεύτερον τῶν µικρῶν δακτύλων φλεβὸς τµηθείσης, ὑπὲρ ἧς ἐπιπλέον ἐφεξῆς εἰρήσεται.

15. ῞Οσα οὖν καὶ περὶ τούτου τοῦ σκέµµατος εἴρηται τοῖς ἰατροῖς εἰ γράφοιµι, δεήσει µοι βιβλίου µεγάλου, καθ’ ἑαυτὸ δὲ πληρουµένου. καθάπερ δὲ ἐπὶ τῶν ἄλλων ἃ µέχρι δεῦρο τοῦ λόγου διώρισται, τὴν ἐµαυτοῦ γνώµην ὑµᾶς ἀνέµνησα, τεθεαµένους ἐπὶ τῶν ἔργων αὐτὴν µαρτυρουµένην, οὕτω καὶ νῦν πράξω, τὴν ἀρχὴν τοῦ λόγου ποιησάµενος ἐκ τῶν ἐναργῶς ὁσηµέραι θεωρουµένων ἐπὶ τῶν καµνόντων, ἃ πρῶτος ῾Ιπποκράτης ἀκριβῶς παραφυλάξας ἔγραψεν. ἔστι δὲ αὐτῶν ἓν µὲν καὶ πρῶτον κεφάλαιον· ὅσα κατ’ ἴξιν αἱµοῤῥαγεῖ, µεγίστην ὠφέλειαν ἐπιφέρειν τοῖς νοσοῦσιν. τὸ δὲ κατ’ ἴξιν ὅτι κατ’ εὐθὺ λέγει, πᾶσιν ὡµολόγηται, σαφῶς αὐτοῦ κεχρηµένου πολλάκις ἐπὶ τοῦδε τοῦ σηµαινοµένου τῇ κατ’ ἴξιν φωνῇ. τὰ δ’ ἀνάπαλιν αἱµοῤῥαγοῦντα µηδὲν ὠφελεῖν ἢ καὶ βλάπτειν ἐνίοτε τῷ καταλῦσαι τὴν δύναµιν ἄνευ τοῦ τὸ πάθος κουφίσαι. οὔτε γὰρ ἐπὶ σπληνὶ µεγάλῳ µυκτὴρ δεξιὸς αἱµοῤῥαγήσας οὔτε ἀριστερὸς ἐφ’ ἥπατι φέρει τινὰ ὠφέλειαν, ἀλλὰ ἀντίσπασις µὲν ἐν τοῖς κατ’ εὐθὺ ἀντισπωµένοις ἐναργῆ τὴν ὠφέλειαν ἐν τάχει δεικνύει, ἐπὶ δὲ τοῖς ἀνάπαλιν οὐκέτι. δεξιοῦ µὲν οὖν αἱµοῤῥαγοῦντος µυκτῆρος ἡ κατὰ τὸ ὑποχόνδριον τὸ δεξιὸν ἐρειδοµένη συκία σαφῶς ἵστησιν ἐν τάχει τὴν αἱµοῤῥαγίαν, ὥσπερ καὶ ἡ κατὰ τὸν ἀριστερὸν αἱµοῤῥαγοῦντος ἀριστεροῦ. καὶ φλεβοτοµήσας δὲ χάριν ἀντισπάσεως, ἐπὶ µὲν ταῖς κατ’ εὐθεῖαν αἱµοῤῥαγίαις ἐν τάχει θεάσῃ σαφῆ τὴν ὠφέλειαν. ἔµπαλιν δ’ εἰ τέµνοις, οὐδὲν ὄφελος.

16. Οὕτω τοίνυν καὶ σπληνὸς πάσχοντος ἡ τῆς κατὰ τὸν παράµεσον δάκτυλον φλεβὸς διαίρεσις ὤνησεν ἐξ ἀριστερᾶς χειρὸς, ὡς εἰ καὶ τὴν ἐν ἀγκῶνι φλέβα τέµνῃς τὴν ἔνδον, ὠφελεῖ γὰρ ἱκανῶς σπλῆνα κακοπραγοῦντα κένωσις αἵµατος ἐξ ἀριστερᾶς χειρὸς, ἄµεινον δὲ µὴ ἅπαξ ἐκκενοῦν τὸ σύµµετρον, ἀλλ’ εἰς δύο µερίζοντας ἡµέρας. οὐ µὴν οἶδα κατὰ τί τοῖς ἰατροῖς ἠµέληται τοῦ φλεβοτοµεῖν τοὺς σπληνώδεις. ἐγὼ γὰρ ἀεὶ µεγάλην ὠφέλειαν ἔγνων γινοµένην, εἰ καὶ λίτραν τις ἐκκενώσειεν µίαν, ἀλλὰ τό γε ποσὸν τῆς κενώσεως ἐκ τῶν

1 ... 115 116 117 118 119 120 121 122 123 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.
Похожие на Сочинения. Том 5 - Гален Клавдий книги

Оставить комментарий