Рейтинговые книги
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 112 113 114 115 116 117 118 119 120 ... 182
µηδὲν εἴη κατὰ τὸ σῶµα µηδέπω σύµπτωµα, φλεβοτοµεῖν χρὴ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος. ὡσαύτως δὲ καὶ τοὺς εἰς ἐπιληπτικὰ πάθη ῥᾳδίως ἐµπίπτοντος ἢ ἀποπληκτικούς. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ καί τισι τῶν ἄλλων νοσηµάτων εὐάλωτον εἰδείηµεν εἶναι τὸν ἄνθρωπον, οἷον ἤτοι περιπνευµονικοῖς ἢ πλευριτικοῖς ἢ συναγχικοῖς, ἄµεινον φθάνειν φλεβοτοµοῦντας µὴ περιµένοντας φανῆναί τι σύµπτωµα πλήθους ἐναργές. ὡσαύτως δὲ καὶ οἷς αἱµοῤῥοΐδες ἐπέσχηνται, καὶ µάλιστα εἰ µελαγχολικώτεροι φαίνονται. καὶ ὅσοι δὲ καθ’ ἕκαστον ἔτος ἐν θέρει νοσοῦσιν νοσήµατα πληθωρικὰ, καὶ τούτους χρὴ κενοῦν εἰσβάλλοντος ἦρος. ὡσαύτως καὶ ὅσοι κατ’ αὐτὸ τὸ ἔαρ ἁλίσκονται τοῖς τοιούτοις, ἔνιοι ὀφθαλµοὺς ἔχοντες ἀσθενεῖς, ἢ τοῖς ὀνοµαζοµένοις σκοτωµατικοῖς πάθεσιν εὐάλωτοι καὶ αὐτοὶ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος δέονται κενοῦσθαι, προσδιασκεψαµένων ἡµῶν ὁποῖόν τι τὸ ἀθροιζόµενον αὐτοῖς εἴη. τινὲς µὲν γὰρ τὸν πικρόχολον ἀθροίζουσι χυµὸν πλέονα τῶν ἄλλων, τινὲς τὸν µελαγχολικὸν ἢ φλεγµατικὸν, ἔνιοι δὲ ὁµοτίµως ἅπαντας ἐφ’ ὧν αἷµα πλεονάζειν λέγεται. τούτους οὖν ἅπαντας κενώσεις, ὥσπερ καὶ τοὺς ποδαγρικούς τε καὶ ἀρθριτικοὺς ἐν ἀρχῇ τοῦ ἦρος, ἀλλ’ ἤτοι φαρµακεύων ἢ φλεβοτοµῶν. ἐγὼ γοῦν πολλοὺς ἐτῶν ἤδη τριῶν καὶ τεττάρων ἐνοχλουµένους ἐκ διαλειµµάτων ἀλγήµασι ποδῶν ἰασάµην, ἤτοι καθαίρων τὸν πλεονάζοντα χυµὸν ἐν ἀρχῇ τοῦ ἦρος ἢ αἵµατος ἀφαιρῶν. εὔδηλον δ’ ὅτι καὶ µέτριοι τινὲς οἱ τοιοῦτοι κατὰ τὴν ὅλην εἰσὶ δίαιταν, ὡς τούς γε ἀκολάστους οἰνόφλυγάς τε καὶ γαστριµάργους οὐδὲν ὀνήσεις µέγα, φαρµακεύων ἢ φλεβοτοµῶν. ἀθροίζουσι γὰρ ἐν τάχει πλῆθος ὠµῶν χυµῶν, ἀκολάστως διαιτώµενοι. τούτους µὲν οὐδὲ ἐπιχειρεῖν χρὴ θεραπεύειν, ὅπη δ’ εὐπειθεῖς εἰσὶν ὀνήσεις αὐτοὺς µέγιστα κατὰ τὴν ἀρχὴν τοῦ ἦρος, προκενώσας µὲν πρῶτον, ἐφεξῆς δ’ ἐπὶ γυµνάσια καὶ δίαιταν ὑγιεινὴν ἀναγαγών. ἃ δ’ ἐπὶ τούτων εἴρηκα, ταῦτά σοι νόµιζε καὶ περὶ πάντων εἰρῆσθαι τῶν ἐπιτηδείων ἁλίσκεσθαι πάθεσιν οἷς ἀρτίως εἶπον, οἷον ἐπιληπτικοῖς, ἢ ἀποπληκτικοῖς, ἢ σκοτωµατικοῖς, ἢ αἱµοπτοϊκοῖς, ἢ µελαγχολικοῖς.

8. Οὐ µόνον δὲ πλήθους ὄντος, ἢ τοῦ πρὸς τὴν δύναµιν ἢ τοῦ κατὰ τὸ καλούµενον ἔγχυµα, φλεβοτοµία µεγάλως ὀνίνησιν, ἀλλὰ καὶ χωρὶς πλήθους ἀρχοµένην φλεγµονὴν, ἤτοι διὰ πληγὴν ἢ ὀδύνην ἢ ἀτονίαν µορίων. ἥ τε γὰρ ὀδύνη πρὸς αὐτὴν ἐπισπᾶται τὸ αἷµα καὶ πολλάκις ἀτονία µορίων ἐργάζεται φλεγµονὴν ἄνευ τοῦ καθ’ ὅλον τὸ σῶµα πλήθους. ἐδείχθη γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάµεων ὑποµνήµασιν, ὅταν ἀσθενὲς ᾖ φύσει µόριον, ἑτοίµως βαρυνόµενον, εἰ καὶ βραχὺ πλεῖον ἀθροισθείη ποτὲ ἐν αὐτῷ περίττωµα. καὶ µέντοι καὶ ὅτι δύναµιν ἔχει πᾶν µόριον ὥσπερ ἑλκτικὴν τῶν οἰκείων, οὕτω καὶ τῶν ἀλλοτρίων ἀποκριτικὴν, ὅτι τε διττὸν εἴη τὸ ἀλλότριον, ἕτερον µὲν τῷ ποσῷ, τῷ ποιῷ δ’ ἄλλο. διὸ κἂν µὴ βαρύνοιτό τι µόριον ὑπὸ τῶν καθ’ ἑαυτὸ χυµῶν, ἴσχει δέ τινα περιττώµατα κατὰ τὴν ποιότητα παρὰ φύσιν, ἐπὶ τὴν ἀπόκρισιν αὐτῶν ὁρµᾶν διὰ τῶν ἐν αὐτῷ φλεβῶν ὥσπερ δι’ ὀχετῶν, ἀλλ’ εἴθ’ αἷµα µοχθηρὸν εἴη τὸ ὠθούµενον, εἴτ’ ἄλλος χυµὸς, ἀνάγκη µὲν εἴς τι τῶν πλησίον ἀφικέσθαι µορίων αὐτόν. ἐν ἐκείνῳ δὲ δυοῖν θάτερον, ἢ πεφθέντα ἢ καὶ διαφθαρέντα, µηκέτ’ εἰς ἄλλο µεταρυῆναι τρίτον, ἢ µηδετέρου τῶν εἰρηµένων τυχόντα πάλιν ἐκ τοῦ δευτέρου µορίου µεταρεῖν εἰς ἕτερον, εἶτ’ ἐξ ἐκείνου πάλιν εἰς ἄλλο. καὶ τοῦτο µὴ παύεσθαι γιγνόµενον, ἄχρις ἂν εἴς τι κατασκήψῃ τοιοῦτον, ὃ µηκέτ’ εἰς ἄλλο διώσασθαι δύναται τὸ πλεονάζον ἐν ἑαυτῷ. συµβαίνει δὲ τοῦτο τῶν µορίων ἐκείνοις ὅσα τὴν ἀποκριτικὴν δύναµιν ἀσθενεστέραν ἔχει τῶν πλησιαζόντων ἁπάντων. οὐκέτι γὰρ ἀπώσασθαι τὸ λυποῦν εἰς ἐκεῖνα δύναται τὰ µὴ παραδεχόµενα, διὰ τὴν ἐν αὐτοῖς ἰσχύν. ἐδείχθη γοῦν καὶ τοῦτο ἡµῖν δι’ ἐκείνων τῶν ὑποµνηµάτων, ὡς οὐ µόνον ὠθεῖ τὸ περιττὸν ἕκαστον τῶν µορίων εἰς τὸ πλησιάζον, ἀλλὰ καὶ ὅτι δέχεται µὲν, πολλάκις δ’ ἀντιπέµπει καὶ ἀντωθεῖ µὴ παραδεχόµενον εἰς ἑαυτὰ, κᾀν τούτῳ τὸ ἰσχυρότερον ἐκράτησε. διὸ καὶ τὰ πάντων ἀσθενέστερα µόρια πρῶτα τοῖς περιττωµατικοῖς ἁλίσκεται νοσήµασιν. ἐκ τοιούτου δέ τινος τρόπου καὶ τὰς καλουµένας ῥευµατικὰς διαθέσεις ἴσθι γιγνοµένας, ἀσθενοῦς µὲν ὅλου τοῦ σώµατος ὄντος, ὅπερ ἕν τι τῶν τῆς καχεξίας εἶδός ἐστιν, εἰωθότων τῶν κυρίων αὐτοῦ µορίων βαρύνεσθαι, κᾂν ὀλίγον ἐν αὐτοῖς ἐστὶ τὸ αἷµα, διωθούµενόν τε τοῦτο πρὸς τὰ κατὰ τὸ δέρµα µέρη τὰ σαρκώδη, καὶ µᾶλλόν γε εἰς τοὺς ἀδένας ἐπιτηδείους ὄντας ὑποδέχεσθαι τὸ περιττὸν, διά τε τὸ χαῦνον τῆς οὐσίας καὶ ὅτι τῶν ἄλλων µορίων ἀσθενεστάτας ἔχουσι τὰς φυσικὰς δυνάµεις, ὥσπερ γε καὶ ἡ πιµελή. τεττάρων γὰρ αὐτῶν οὐσῶν, ὡς ἐδείχθη, πρώτης µὲν τῆς ἑλκτικῆς, δευτέρας δὲ καθεκτικῆς καὶ τρίτης τῆς ἀποκριτικῆς, καὶ τετάρτης τῆς ἀλλοιωτικῆς, τὰς µὲν ἄλλας τρεῖς ἀσθενεστάτας ἔχουσιν οἱ ἀδένες καὶ αἱ σάρκες, τὴν ἀλλοιωτικὴν δὲ µόνην οὐ πολλῷ µείω τῶν ἄλλων µορίων. ἐφεξῆς δὲ τοῖς ἀδένεσιν ὁ πνεύµων ἐστὶν ἑτοιµότατος δέξασθαι ῥεῦµα. καὶ γὰρ οὗτος ἀσθενεῖς τε τὰς τρεῖς ἔχει δυνάµεις καὶ τὸ σῶµα χαῦνον. εἶθ’ ἑξῆς ὁ σπλήν. ὁ δ’ ἐγκέφαλος ὅµοιος µὲν τούτοις ἢ καὶ µᾶλλον ἐπιτήδειος δέξασθαι ῥεῦµα. πλεονεκτεῖ δ’ αὐτῶν ἐκ τῆς κατασκευῆς εἰς ἀπόκρισιν ἑτοίµης οὔσης ὧν ὑπεδέξατο. κοιλίας µὲν γὰρ ἔχει µεγάλας κατάντεσι πόροις ἐκκενουµένας. οἷς ἂν οὖν φύσει ῥωµαλεώτερος ᾖ τοῦ σαρκώδους γένους ὁ πνεύµων τε καὶ ὁ σπλὴν καὶ ὁ ἐγκέφαλος, ἐπὶ τούτων εἰς τοὺς ἀδένας καὶ τὰς σάρκας ἀφικνεῖται τὰ ῥεύµατα καὶ τοῦ σώµατος ἕξεως ὅλης ἀσθενούσης, ὡς ἐπὶ τῶν ῥευµατικῶν ἐστι διαθέσεων. εἰκότως τοιγαροῦν ἡ θεραπεία τούτων οὐ κένωσιν ἔχει τὸν σκοπὸν, ἀλλὰ τοῦ παντὸς σώµατος τὴν ῥῶσιν. ἥ γε µὴν ἀρχὴ τῆς θεραπείας ἀπὸ φλεβοτοµίας αὐτοῖς γίγνεται. µοχθηρῶν δὲ τῇ ποιότητι τῶν περιττωµάτων ὄντων καὶ κάθαρσιν παραλαµβάνοµεν ἐφ’ ὧν µάλιστα σωµάτων οὐδετέρου πλήθους ἀναµένειν χρὴ τὸ οἰκεῖον σύµπτωµα, βάρος µὲν τοῦ πρὸς τὴν δύναµιν, τάσιν δὲ τοῦ κατὰ τὸ ἔγχυµα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐπὶ τῶν πληγέντων τι µορίων ἀξιολόγως, ἤτε ἄλλως ὁπωσοῦν ἀρχοµένην ἐχόντων φλεγµονὴν, ἐπειδὰν µεγάλην αὐτὴν ἔσεσθαι προσδοκήσωµεν, ἀπὸ κενώσεως ἀρχόµεθα τῆς θεραπείας ἢ καθαίροντες ἢ φλεβοτοµοῦντες ὁποτέραν κρίνοµεν ἀµείνω κένωσιν ἔσεσθαι.

9. Καλῶς οὖν ἐν τοῖς προκειµένοις τῶν περὶ διαίτης ὀξέων παρῄνηται φλεβοτοµεῖν ἡµᾶς, ὅταν ᾖ µέγα τὸ νόσηµα καὶ ἀκµάζῃ [ἡ νόσος, ἢ] ὁ νοσῶν καὶ ῥώµη παρῇ. καὶ κακῶς ὁ Μηνόδοτος ἐπὶ τῇ καλουµένῃ πληθωρικῇ συνδροµῇ µόνῃ τὰς φλεβοτοµίας λέγει τετηρῆσθαι. τοὐναντίον γὰρ ἅπαν οἱ σκοποὶ τῆς φλεβοτοµίας οὐ περιλαµβάνουσι, πρῶτον ἐν αὐτοῖς τὸ πλῆθος, ἀλλὰ τὴν ὑποψίαν τοῦ γενοµένου πάθους. εἰ γὰρ ἔσεσθαι φαίνοιτο µέγα, φλεβοτοµήσοµεν πάντως, κᾀν µηδὲν ᾖ τῶν τοῦ πλήθους γνωρισµάτων, ἐπισκοποῦντες ἡλικίαν τε καὶ χώραν καὶ δύναµιν, ἃ µόνα φαίνεται κᾀν τοῖς προκειµένοις τῶν περὶ διαίτης εἰρηµένα. τὸν µὲν γὰρ ἀκµάζοντα διὰ

1 ... 112 113 114 115 116 117 118 119 120 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.
Похожие на Сочинения. Том 5 - Гален Клавдий книги

Оставить комментарий