Шрифт:
Интервал:
Закладка:
12. Οὐδὲν οὕτω τὴν ἰατρικὴν τέχνην ἐν ταῖς πράξεσιν ἀποφαίνει στοχαστικὸν, ὡς τὸ ποσὸν ἑκάστου τῶν βοηθηµάτων. εἰδότες γοῦν ἀκριβῶς πολλάκις ὡς καιρὸς τοῦ δοῦναι τροφὴν ἢ ποτὸν ἤτοι θερµὸν ἢ ψυχρὸν ἐνέστηκεν, ὁπόσον χρὴ δοῦναι βεβαίως οὐκ ἴσµεν. ὡσαύτως δὲ κᾀπὶ τῶν καθαιρόντων φαρµάκων, ὅτι ἤτοι χολῆς ξανθῆς, ἢ µελαίνης, ἢ φλέγµατος, ἢ τῶν ὀῤῥωδῶν περιττωµάτων ἐστὶ δοτέον τῷ κάµνοντι κενωτικὸν φάρµακον ἀκριβῶς ἴσµεν ἐνίοτε, πόσον δὲ δοῦναι προσήκει οὐκ ἐπιστάµεθα. ἀλλὰ τοιαύτη µὲν ἡ δόσης ἐπανόρθωσιν οὐδεµίαν ἔχει. τὸ γὰρ ἅπαξ εἰς τὴν γαστέρα καταποθὲν φάρµακον οὐ δύναται µὴ καταπεπῶσθαι πᾶν, οὐδ’ ἔστιν οἷόν τε µᾶλλον ἤδη καθαιροµένου τοῦ ἀνθρώπου µέρος ἀφελεῖν τι τοῦ προσενηνεγµένου. ἐπὶ δὲ τῆς φλεβοτοµίας ἀγαθὸν τοῦτο µέγιστον ὑπάρχει, παύειν ὁπότε βούλοιο τὴν κένωσιν, εἶτ’ αὖθις πάλιν ἐν ᾧπερ ἂν ἐθελήσεις καιρῷ ῥεῖν ἐπιτρέπειν, ἄχρις ἂν ὀρθῶς ἔχειν σοι φαίνηται. διόπερ ἄµεινον ἐστὶν, ἐὰν µηδὲν ἐπείγῃ, τὴν πρώτην ἀφαίρεσιν ἐλλιπέστερον ποιησάµενοι, ἐπαφαιρεῖν αὖθις· εἰ δὲ βούλοιο, καὶ τρίτον. ἐφ’ ὧν οὖν ἐστὶ κενώσεως µὲν χρεία πολλῆς, οὐκ ἰσχυρὰ δ’ ἡ δύναµις, ἐπὶ τούτων προσήκει ταµιεύεσθαι τὴν κένωσιν, ὥσπερ ἀµέλει κᾀπὶ τῶν πλῆθος ἐχόντων ὠµοτέρων χυµῶν ἐθεάσασθέ µε πράττοντα. κενώσας γὰρ ὀλίγον αἷµα εὐθέως δίδωµι µελικράτου καλῶς ἡψηµένου µετά τινος τῶν λεπτυντικῶν φαρµάκων ἢ ὑσσώπου ἢ ὀριγάνου καὶ ποτὲ καλαµίνθης, ἢ γλήχωνος, ἢ καὶ µετὰ τοῦ µελικράτου, ἢ ὀξυµέλιτος, ἢ ὀξυγλυκέως, εἶτ’ αὖθις ἐπαφαιρῶ ποτὲ µὲν ἐπὶ τῆς αὐτῆς ἡµέρας, ἐνίοτε δὲ κατὰ τὴν ὑστεραίαν, ἐν ᾗ πάλιν ὁµοίως διδοὺς τῶν εἰρηµένων τι φαρµάκων αὖθις ἐπαφαιρῶ, καὶ κατὰ τὴν τρίτην ἡµέραν δὶς ὡσαύτως. ἀλλ’ ὅταν ᾖ ζέοντος αἵµατος πλῆθος, ἀνάπτον ὀξύτατον πυρετὸν, ἀθρόας ἐστὶ κενώσεως χρεία. καὶ τοῦτο χρὴ πειρᾶσθαι κενοῦν, ἄχρι λειποθυµίας, ἐπισκεψάµενον τὴν ῥῶσιν τῆς δυνάµεως. ὥστε ἐνίων οἶδα κοτύλας ἓξ ἀφελεῖν εὐθέως ἤτοι κατὰ τὴν δευτέραν ἢ τὴν τρίτην ἢ τὴν τετάρτην ἡµέραν. ἐνίοτε καὶ κατὰ τὴν πρώτην αὐτὴν, ὅταν µὲν πυρετὸς ἄρξηται περὶ τὰ πρῶτα τῆς νυκτὸς ἢ τὰ µέσα, καλῶς δ’ ᾖ πεπεµµένα τὰ κατὰ τὴν προτεραίαν ἐδηδεσµένα. τινῶν δὲ κατὰ τὴν προτεραίαν ἀνωµαλίαν ἵδρωτα ἢ ἄλγηµα κεφαλῆς ἢ ἄλλου τινὸς µέρους ᾐτιασµένων, καὶ διὰ τοῦτο ἐνδεῶς διαιτηθέντων, ἀρχοµένων δὲ πυρέττειν, νυκτὸς ἤδη προηκούσης, οἶδα κατὰ τὴν πρώτην ἡµέραν τελευτῶσαν ἀφελὼν αἵµατος. ἐφ’ ὧν γὰρ ἄν σοι φαίνη-ται ζέοντος αἵµατος πλῆθος, ὅτι τάχιστα πειρῶ κενοῦν αὐτὸ πρὶν ἐπί τι κατασκήψει µόριον κύριον, ὥστε καὶ διὰ τῆς νυκτὸς οὐκ ὀκνήσεις τεµεῖν ἐνίοτε φλέβα. γελοῖον γὰρ ὅπερ οἱ πολλοὶ πράττουσιν ἀπὸ δευτέρας ὥρας ἡµέρας ἄχρι ε′ ἢ στ′ ἀφαιροῦντες µόνον αἵµατος, ἐν ἄλλῳ δ’ οὐδενὶ χρόνῳ οὓς εἰ µὴ καὶ κλυστῆρσι καὶ τροφῆς προσφορᾷ καὶ τοῖς ἄλλοις βοηθήµασιν ἑώρων χρωµένους ἐν ἅπαντι καιρῷ τῆς νυκτὸς, ἐνῆν ἄν µοι χαλεπὸς ὁ πρὸς αὐτοὺς λόγος. ἐπεὶ δὲ πάντα πράττοντες οὐ τὸν ὡρισµένον ἀριθµὸν ὡρῶν ἕνα καὶ κοινὸν ἐπὶ πάντων τῶν νοσούντων, ἀλλ’ ὡς ἂν ὑπαγορεύῃ τὸ πάθος ἐπὶ µόνης τῆς φλεβοτοµίας τὸν εἰρηµένον ἀρτίως ἀεὶ περιµένουσι καιρὸν, εὐφωρότατον ἴσχουσι τὸ σφάλµα. τοὺς οὖν οὕτω διακειµένους ἀῤῥώστους, ὡς εἰρήκαµεν, προσήκει µέχρι λειποθυµίας ἄγειν. ἐνίους γὰρ αὐτῶν οἶδα καταψυχθέντας µὲν ἐξ ἀνάγκης ἐπὶ τῇ λειποθυµίᾳ, προσγενοµένων δὲ νοτίδων ἐν ὅλῳ τῷ σώµατι καὶ τῆς γαστρὸς καταῤῥαγείσης ἐν τάχει παυσαµένους τῆς νόσου. προσέχειν µέντοι καλῶς ἔχει τῇ καθαιρέσει τῶν σφυγµῶν, ἐφαπτόµενον αὐτῶν ἔτι ῥέοντος τοῦ αἵµατος, ὥσπερ κᾀπὶ τῶν ἄλλων ἁπάντων εἴωθα πράττειν τῶν φλεβοτοµουµένων, ὅπως µή ποτε λάθῃς αὐτὸν ἀντὶ λειποθυµίας θάνατον ἐργασάµενος, ὅπερ οἶδα τρισὶν ἰατροῖς γενόµενον. ἐφλεβοτόµησεν εἰς µὲν αὐτῶν γυναῖκα πυρέττουσαν, ἑκατέρος δὲ τῶν ἄλλων ἄνδρα µέχρι λειποθυµίας τοσαύτης ὡς µηκέτι ἀναληφθῆναι. καὶ διὰ τοῦτο αὐτὸ βέλτιόν ἐστι φυλάττεσθαι τὰς ἀθρόας κενώσεις, εἰ µή τις ἀνάγκη µεγάλη κελεύῃ. καὶ µέντοι καὶ ἡ ἀντίσπασις οὐ µικρὸν οὖσα βοήθηµα καὶ διὰ φλεβοτοµίας γιγνοµένη πολλάκις ὅσῳ περ εἰς ἀριθµὸν πλέονα τὰς κατὰ µέρος ἀφαιρέσεις αὐξήσεις, τοσοῦτον δραστικώτερον γίνεται. ταῦτα µὲν οὖν ἀµείνω προεγνῶσθαι.
13. Πάλιν δὲ ἐξ ἀρχῆς ἀνελθόντες ἐπὶ τὸ προκείµενον σκέµµα διέλθωµεν ὅσα γιγνώσκοµεν ἀναγκαιότατα βουλοµένοις ἀβλαβεῖς ἀεὶ τὰς φλεβοτοµίας ἐργάζεσθαι. πρῶτον µὲν ἐπίστασθαι προσήκει τοὺς εἰρηµένους σκοποὺς τοῦ βο-ηθήµατος αὐξοµένους µὲν ἐνδείκνυσθαι πλέονα κένωσιν, ἐκλυοµένους δὲ καθαίρειν εἰς τοσοῦτον τὴν ποσότητα τῆς κενώσεως, εἰς ὅσον ἐµειώθησαν αὐτοί. µέγεθος οὖν νοσήµατος ἅµα ῥώµῃ δυνάµεως οἱ πρῶτοι σκοποὶ φλεβοτοµίας ἦσαν, ὁ µὲν ὡς ἐνδεικνύµενος αὐτὸς ἃ χρὴ πράττειν, ὁ δ’ ὡς οὐ κωλύων ἐκεῖνον, ὅπερ ἀντιενδείκνυσθαι καλοῦσιν ἔνιοι τῶν νεωτέρων ἰατρῶν. ἐνίοτε γὰρ ἡ µὲν διάθεσις ὑπαγορεύει τὴν φλεβοτοµίαν, ἡ δ’ ἀῤῥωστία τῆς δυνάµεως κωλύει. τούτων δ’ ἀµφοτέρων τῶν σκοπῶν ὑπαρχόντων, δῆλον µὲν, ὡς ἐλέχθη πρόσθεν, οὐδὲ πλῆθος ἐστὶ χυµῶν ὠµῶν τοσούτων τε καὶ τοιοῦτον ὡς κωλῦσαι τὸ βοήθηµα. συνεπισκέπτεσθαι δ’ ἐφεξῆς ὁποία ἡ φυσικὴ κρᾶσίς ἐστι τἀνθρώπου. τοὺς µὲν γὰρ µεγάλας ἔχοντας τὰς φλέβας, ἰσχνούς τε µετρίως καὶ µὴ λευκοὺς µηδ’ ἁπαλοσάρκους ἀφειδέστερον κενώσεις, τοὺς δ’ ἐναντίους φειδοµένως. αἷµά τε γὰρ ὀλίγον ἔχουσιν εὐδιαφόρητόν τε τὴν σάρκα. κατὰ τοῦτον οὖν τὸν λόγον οὐδὲ τοὺς παῖδας φλεβοτοµήσεις µέχρι τεσσαρακαιδεκαετοῦς ἡλικίας, µετὰ δὲ ταύτην ἐὰν αἷµα πάµπολύ τε φαίνηται ποτὲ ἠθροισµένον, ἥ θ’ ὥρα τοῦ ἔτους ἐαρινὴ καὶ τὸ χωρίον εὔκρατον φύσει καὶ ἡ τοῦ παιδὸς φύσις εὔαιµος, ἀφαιρήσεις ἔτι µᾶλλον αἷµα, εἰ κίνδυνος ἐφεδρεύει περιπνευµονίας, ἢ συνάγχης, ἢ πλευρίτιδος, ἢ τινὸς ἄλλου ὀξέος καὶ σφοδροῦ νοσήµατος. ἀφαιρήσεις δὲ τὸ πλεῖστον ἄχρι κοτύλης τὸ πρῶτον. ἐὰν δέ σοι µετὰ
- Лечебное питание при дистрофии - Василий Гладенин - Медицина
- Здоровое сердце - Александра Васильева - Медицина
- Здоровое сердце. Формула активности и долголетия - Александра Васильева - Медицина
- Где прячется бытие и возможна ли термодинамика процесса бытия? - Иван Андреянович Филатов - Менеджмент и кадры / Науки: разное
- Вин Чунь. Массажная пластика лица и тела - Михаил Алексеевич Давыдов - Медицина
- Записки философствующего врача. Книга третья. МОР? Философия коронакризиса и микроэлементы - Скальный Анатолий - Медицина
- Об особенностях животных - Клавдий Элиан - Античная литература / Природа и животные
- Статьи о питании и здоровье фонда Вестона Прайса - Вестон Прайс - Медицина
- Лечебные точки организма: снимаем боли в сердце и в области живота - Владимир Васичкин - Медицина
- Советы гинеколога для женского здоровья - Елена Савельева - Медицина