Рейтинговые книги
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 39 40 41 42 43 44 45 46 47 ... 182
µῦθον ὄνῳ τις λέγοι.

11. Συµπεραντέον οὖν ἡµῖν τὸν λόγον ἕνεκα τῶν τῆς ἀληθείας ἐφιεµένων ὅσα λείπει κατ’ αὐτὸν ἔτι προσθεῖσιν. ὡς γὰρ ἡ γαστὴρ ἕλκει µὲν ἐναργῶς καὶ κατασπᾷ τὰ σιτία τοῖς σφόδρα πεινώδεσι, πρὶν ἀκριβῶς ἐν τῷ στόµατι λειωθῆναι, δυσχεραίνει δὲ καὶ ἀπωθεῖται τοῖς ἀποσίτοις τε καὶ πρὸς ἀνάγκην ἐσθίουσιν, οὕτω καὶ τῶν ἄλλων ὀργάνων ἕκαστον ἀµφοτέρας ἔχει τὰς δυνάµεις, τήν τε τῶν οἰκείων ἑλκτικὴν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν. καὶ διὰ τοῦτο, κἂν ἐξ ἑνὸς ᾖ χιτῶνος ὄργανόν τι συνεστώς, ὥσπερ καὶ αἱ κύστεις ἀµφότεραι καὶ αἱ µῆτραι καὶ αἱ φλέβες, ἀµφότερα τῶν ἰνῶν ἔχει τὰ γένη, τῶν εὐθειῶν τε καὶ τῶν ἐγκαρσίων. καὶ µέν γε καὶ τρίτον τι γένος ἰνῶν ἐστι <τῶν> λοξῶν, ἔλαττον πολὺ τῷ πλήθει τῶν προειρηµένων δύο γενῶν. εὑρίσκεται δ’ ἐν µὲν τοῖς ἐκ δυοῖν χιτώνων συνεστηκόσιν ὀργάνοις ἐν θατέρῳ µόνῳ ταῖς εὐθείαις ἰσὶν ἀναµεµιγµένον, ἐν δὲ τοῖς ἐξ ἑνὸς ἅµα τοῖς ἄλλοις δύο γένεσι. συνεπιλαµβάνουσι δ’ αὗται µέγιστον τῇ τῆς καθεκτικῆς ὀνοµασθείσης δυνάµεως ἐνεργείᾳ· δεῖται γὰρ ἐν τούτῳ τῷ χρόνῳ πανταχόθεν ἐσφίγχθαι καὶ περιτετάσθαι τοῖς ἐνυπάρχουσι τὸ µόριον, ἡ µὲν γαστὴρ ἐν τῷ τῆς πέψεως, αἱ µῆτραι δ’ ἐν τῷ τῆς κυήσεως χρόνῳ παντί. ταῦτ’ ἄρα καὶ ὁ τῆς φλεβὸς χιτὼν εἷς ὢν ἐκ πολυειδῶν ἰνῶν ἐγένετο καὶ τῶν τῆς ἀρτηρίας ὁ µὲν ἔξωθεν ἐκ τῶν στρογγύλων, ὁ δ’ ἔσωθεν ἐκ µὲν τῶν εὐθειῶν πλείστων, ὀλίγων δέ τινων σὺν αὐταῖς καὶ τῶν λοξῶν, ὥστε τὰς µὲν φλέβας ταῖς µήτραις καὶ ταῖς κύστεσιν ἐοικέναι κατά γε τὴν τῶν ἰνῶν σύνθεσιν, εἰ καὶ τῷ πάχει λείπονται, τὰς δ’ ἀρτηρίας τῇ γαστρί. µόνα δὲ πάντων ὀργάνων ἐκ δυοῖν θ’ ἅµα καὶ ἀµφοτέρων ἐγκαρσίας ἐχόντων τὰς ἶνας ἐγένετο τὰ ἔντερα. τὸ δ’ ὅτι βέλτιον ἦν τῶν τ’ ἄλλων ἑκάστῳ τοιούτῳ τὴν φύσιν ὑπάρχειν, οἷόνπερ καὶ νῦν ἐστι, τοῖς τ’ ἐντέροις ἐκ δυοῖν ὁµοίων χιτώνων συγκεῖσθαι τῆς περὶ χρείας µορίων πραγµατείας ἐστίν. οὔκουν νῦν χρὴ ποθεῖν ἀκούειν περὶ τῶν τοιούτων, ὥσπερ οὐδὲ διὰ τί περὶ τοῦ πλήθους τῶν χιτώνων ἑκάστου τῶν ὀργάνων διαπεφώνηται τοῖς ἀνατοµικοῖς ἀνδράσιν. ὑπὲρ µὲν γὰρ τούτων αὐτάρκως ἐν τοῖς περὶ τῆς ἀνατοµικῆς διαφωνίας εἴρηται· περὶ δὲ τοῦ διότι τοιοῦτον ἕκαστον ἐγένετο τῶν ὀργάνων, ἐν τοῖς περὶ χρείας µορίων εἰρήσεται.

12. Νυνὶ δ’ οὐδέτερον τούτων πρόκειται λέγειν, ἀλλὰ τὰς φυσικὰς δυνάµεις µόνας ἀποδεικνύειν ἐν ἑκάστῳ τῶν ὀργάνων τέτταρας ὑπαρχούσας. ἐπὶ τοῦτ’ οὖν πάλιν ἐπανελθόντες ἀναµνήσωµέν τε τῶν ἔµπροσθεν εἰρηµένων ἐπιθῶµέν τε κεφαλὴν ἤδη τῷ λόγῳ παντὶ τὸ λεῖπον ἔτι προσθέντες. ἐπειδὴ γὰρ ἕκαστον τῶν ἐν τῷ ζῴῳ µορίων ἕλκειν εἰς ἑαυτὸ τὸν οἰκεῖον [τῇ ποιότητι] χυµὸν ἀποδέδεικται καὶ πρώτη σχεδὸν αὕτη τῶν φυσικῶν ἐστι δυνάµεων, ἐφεξῆς ἐκείνῳ γνωστέον, ὡς οὐ πρότερον ἀποτρίβεται τὴν ἑλχθεῖσαν <τροφὴν> ἤτοι σύµπασαν ἢ καί τι περίττωµα αὐτῆς, πρὶν ἂν εἰς ἐναντίαν µεταπέσῃ διάθεσιν ἢ αὐτὸ τὸ ὄργανον ἢ καὶ τῶν περιεχοµένων ἐν αὐτῷ τὰ πλεῖστα. ἡ µὲν οὖν γαστήρ, ἐπειδὰν µὲν ἱκανῶς ἐµπλησθῇ τῶν σιτίων καὶ τὸ χρηστότατον αὐτῶν εἰς τοὺς ἑαυτῆς χιτῶνας ἐναπόθηται βδάλλουσα, τηνικαῦτ’ ἤδη τὸ λοιπὸν ἀποτρίβεται καθάπερ ἄχθος ἀλλότριον· αἱ κύστεις δ’, ἐπειδὰν ἕκαστον τῶν ἑλχθέντων ἢ τῷ πλήθει διατεῖνον ἢ τῇ ποιότητι δάκνον ἀνιαρὸν γένηται· τῷ δ’ αὐτῷ τρόπῳ καὶ αἱ µῆτραι· ἤτοι γάρ, ἐπειδὰν µηκέτι φέρωσι διατεινόµεναι, τὸ λυποῦν ἀποθέσθαι σπεύδουσιν ἢ τῇ ποιότητι δακνόµεναι τῶν ἐκχυθέντων εἰς αὐτὰς ὑγρῶν. ἑκάτερον δὲ τῶν εἰρηµένων γίγνεται µὲν καὶ βιαίως ἔστιν ὅτε καὶ ἀµβλώσκουσι τηνικαῦτα, γίγνεται δ’ ὡς τὰ πολλὰ καὶ προσηκόντως, ὅπερ οὐκ ἀµβλώσκειν ἀλλ’ ἀποκυΐσκειν τε καὶ τίκτειν ὀνοµάζεται. τοῖς µὲν οὖν ἀµβλωθριδίοις φαρµάκοις ἤ τισιν ἄλλοις παθήµασι διαφθείρουσι τὸ ἔµβρυον ἤ τινας τῶν ὑµένων αὐτοῦ ῥηγνύουσιν αἱ ἀµβλώσεις ἕπονται, οὕτω δὲ κἀπειδὰν ἀνιαθῶσί ποθ’ αἱ µῆτραι κακῶς ἔχουσαι τῇ διατάσει, ταῖς δὲ τῶν ἐµβρύων αὐτῶν κινήσεσι ταῖς σφοδροτάταις οἱ τόκοι, καθάπερ καὶ τοῦθ’ ῾Ιπποκράτει καλῶς εἴρηται. κοινὸν δ’ ἁπασῶν τῶν διαθέσεων ἡ ἀνία καὶ ταύτης αἴτιον τριττὸν ἢ ὄγκος περιττὸς ἤ τι βάρος ἢ δῆξις· ὄγκος µέν, ἐπειδὰν µηκέτι φέρωσι διατεινόµεναι, βάρος δ’, ἐπειδὰν ὑπὲρ τὴν ῥώµην αὐτῶν ᾖ τὸ περιεχόµενον, δῆξις δ’, ἐπειδὰν ἤτοι τὰ πρότερον ἐν τοῖς ὑµέσιν ὑγρὰ στεγόµενα ῥαγέντων αὐτῶν εἰς αὐτὰς ἐκχυθῇ τὰς µήτρας ἢ καὶ σύµπαν ἀποφθαρὲν τὸ κύηµα σηπόµενόν τε καὶ διαλυόµενον εἰς µοχθηροὺς ἰχῶρας οὕτως ἐρεθίζῃ τε καὶ δάκνῃ τὸν χιτῶνα τῶν ὑστερῶν. ἀνάλογον οὖν ἐν ἅπασι τοῖς ὀργάνοις ἕκαστα τῶν τ’ ἔργων αὐτῶν τῶν φυσικῶν καὶ µέντοι τῶν παθηµάτων τε καὶ νοσηµάτων φαίνεται γιγνόµενα, τὰ µὲν ἐναργῶς καὶ σαφῶς οὕτως, ὡς ἀποδείξεως δεῖσθαι µηδέν, τὰ δ’ ἧττον µὲν ἐναργῶς, οὐ µὴν ἄγνωστά γε παντάπασι τοῖς ἐθέλουσι προσέχειν τὸν νοῦν. ἐπὶ µὲν οὖν τῆς γαστρὸς αἵ τε δήξεις ἐναργεῖς, διότι πλείστης αἰσθήσεως µετέχει, τά τ’ ἄλλα παθήµατα τά τε ναυτίαν ἐµποιοῦντα καὶ οἱ καλούµενοι καρδιωγµοὶ σαφῶς ἐνδείκνυνται τὴν ἀποκριτικήν τε καὶ ἀπωστικὴν τῶν ἀλλοτρίων δύναµιν, οὕτω δὲ κἀπὶ τῶν ὑστερῶν τε καὶ τῆς κύστεως τῆς τὸ οὖρον ὑποδεχοµένης· ἐναργῶς γὰρ οὖν καὶ αὕτη φαίνεται µέχρι τοσούτου τὸ ὑγρὸν ὑποδεχοµένη τε καὶ ἀθροίζουσα, ἄχρις ἂν ἤτοι πρὸς τοῦ πλήθους αὐτοῦ διατεινοµένη µηκέτι φέρῃ τὴν ἀνίαν ἢ πρὸς τῆς ποιότητος δακνοµένη· χρονίζον γὰρ ἕκαστον τῶν περιττωµάτων ἐν τῷ σώµατι σήπεται δηλονότι, τὸ µὲν ἐλάττονι, τὸ δὲ πλείονι χρόνῳ, καὶ οὕτω δακνῶδές τε καὶ δριµὺ καὶ ἀνιαρὸν τοῖς περιέχουσι γίγνεται. οὐ µὴν ἐπί γε τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁµοίως ἔχει· ᾧ δῆλον, ὅτι νεύρων ἥκιστα µετέχει. χρὴ δὲ κἀνταῦθα τόν γε φυσικὸν ἄνδρα τὸ ἀνάλογον ἐξευρίσκειν. εἰ γὰρ ἕλκειν τε τὸν οἰκεῖον ἀπεδείχθη χυµόν, ὡς φαίνεσθαι πολλάκις µεστήν, ἀποκρίνειν τε τὸν αὐτὸν τοῦτον οὐκ εἰς µακράν, ἀναγκαῖόν ἐστιν αὐτὴν ἢ διὰ τὸ πλῆθος βαρυνοµένην ἢ τῆς ποιότητος µεταβαλλούσης ἐπὶ τὸ δακνῶδές τε καὶ δριµὺ τῆς ἀποκρίσεως ἐφίεσθαι. οὐ γὰρ δὴ τὰ µὲν σιτία τὴν ἀρχαίαν ὑπαλλάττει ποιότητα ταχέως οὕτως, ὥστ’, ἐπειδὰν ἐµπέσῃ τοῖς λεπτοῖς ἐντέροις, εὐθὺς εἶναι κόπρον, ἡ χολὴ δ’ οὐ πολὺ µᾶλλον ἢ τὸ οὖρον, ἐπειδὰν ἅπαξ ἐκπέσῃ τῶν φλεβῶν, ἐξαλλάττει τὴν ποιότητα, τάχιστα µεταβάλλοντα καὶ σηπόµενα. καὶ µὴν εἴπερ ἐπί τε τῶν κατὰ τὰς ὑστέρας καὶ τὴν κοιλίαν καὶ τὰ ἔντερα καὶ προσέτι τὴν τὸ οὖρον ὑποδεχοµένην κύστιν ἐναργῶς φαίνεται διάτασίς τις ἢ δῆξις ἢ ἄχθος ἐπεγεῖρον ἕκαστον τῶν ὀργάνων εἰς ἀπόκρισιν, οὐδὲν χαλεπὸν κἀπὶ τῆς χοληδόχου κύστεως ταὐτὸ τοῦτ’ ἐννοεῖν ἐπί τε τῶν ἄλλων ἁπάντων ὀργάνων, ἐξ ὧν δηλονότι καὶ αἱ ἀρτηρίαι καὶ

1 ... 39 40 41 42 43 44 45 46 47 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.
Похожие на Сочинения. Том 5 - Гален Клавдий книги

Оставить комментарий