Рейтинговые книги
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 38 39 40 41 42 43 44 45 46 ... 182
χάννας τε καὶ τοὺς συνόδοντας γιγνόµενον· εὑρίσκεται γὰρ ἐνίοτε τούτων ἡ γαστὴρ ἐν τῷ στόµατι καθάπερ καὶ ὁ ᾿Αριστοτέλης ἐν ταῖς περὶ ζῴων ἔγραψεν ἱστορίαις καὶ προστίθησί γε τὴν αἰτίαν ὑπὸ λαιµαργίας αὐτοῖς τοῦτο συµβαίνειν φάσκων. ἔχει γὰρ ὧδε· κατὰ τὰς σφοδροτέρας ὀρέξεις ἄνω προστρέχει πᾶσι τοῖς ζῴοις ἡ γαστήρ, ὥστε τινὲς τοῦ πάθους αἴσθησιν ἐναργῆ σχόντες ἐξέρπειν αὑτοῖς φασι τὴν κοιλίαν, ἐνίων δὲ µασωµένων ἔτι καὶ µήπω καλῶς ἐν τῷ στόµατι τὰ σιτία κατεργασαµένων ἐξαρπάζει φανερῶς ἀκόντων. ἐφ’ ὧν οὖν ζῴων φύσει λαιµάργων ὑπαρχόντων ἥ τ’ εὐρυχωρία τοῦ στόµατός ἐστι δαψιλὴς ἥ τε τῆς γαστρὸς θέσις ἐγγύς, ὡς ἐπὶ συνόδοντός τε καὶ χάννης, οὐδὲν θαυµαστόν, ὅταν ἱκανῶς πεινάσαντα διώκῃ τι τῶν µικροτέρων ζῴων, εἶτ’ ἤδη πλησίον ᾖ τοῦ συλλαβεῖν, ἀνατρέχειν ἐπειγούσης τῆς ἐπιθυµίας εἰς τὸ στόµα τὴν γαστέρα. γενέσθαι δ’ ἄλλως ἀµήχανον τοῦτο µὴ οὐχ ὥσπερ διὰ χειρὸς τοῦ στοµάχου τῆς γαστρὸς ἐπισπωµένης εἰς ἑαυτὴν τὰ σιτία. καθάπερ γὰρ καὶ ἡµεῖς ὑπὸ προθυµίας ἐνίοτε τῇ χειρὶ συνεπεκτείνοµεν ὅλους ἡµᾶς αὐτοὺς ἕνεκα τοῦ θᾶττον ἐπιδράξασθαι τοῦ προκειµένου σώµατος, οὕτω καὶ ἡ γαστὴρ οἷον χειρὶ τῷ στοµάχῳ συνεπεκτείνεται. καὶ διὰ τοῦτ’ ἐφ’ ὧν ζῴων ἅµα τὰ τρία ταυτὶ συνέπεσεν, ἔφεσίς τε σφοδρὰ τῆς τροφῆς ὅ τε στόµαχος µικρὸς ἥ τ’ εὐρυχωρία τοῦ στόµατος δαψιλής, ἐπὶ τούτων ὀλίγη ῥοπὴ τῆς ἐπεκτάσεως εἰς τὸ στόµα τὴν κοιλίαν ὅλην ἀναφέρει. ἤρκει µὲν οὖν ἴσως ἀνδρὶ φυσικῷ παρ’ αὐτῆς µόνης τῆς κατασκευῆς τῶν ὀργάνων τὴν ἔνδειξιν τῆς ἐνεργείας λαµβάνειν. οὐ γὰρ δὴ µάτην γ’ ἂν ἡ φύσις ἐκ δυοῖν χιτώνων ἐναντίως ἀλλήλοις ἐχόντων ἀπειργάσατο τὸν οἰσοφάγον, εἰ µὴ καὶ διαφόρως ἑκάτερος αὐτῶν ἐνεργεῖν ἔµελλεν. ἀλλ’ ἐπεὶ πάντα µᾶλλον ἢ τὰ τῆς φύσεως ἔργα διαγιγνώσκειν οἱ περὶ τὸν ᾿Ερασίστρατόν εἰσιν ἱκανοί, φέρε κἀκ τῆς τῶν ζῴων ἀνατοµῆς ἐπιδείξωµεν αὐτοῖς, ὡς ἑκάτερος τῶν χιτώνων ἐνεργεῖ τὴν εἰρηµένην ἐνέργειαν. εἰ δή τι λαβὼν ζῷον, εἶτα γυµνώσας αὐτοῦ τὰ περικείµενα τῷ στοµάχῳ σώµατα χωρὶς τοῦ διατεµεῖν τινα τῶν νεύρων ἢ τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν τῶν αὐτόθι τεταγµένων ἐθέλοις ἀπὸ τῆς γένυος ἕως τοῦ θώρακος εὐθείαις τοµαῖς διελεῖν τὸν ἔξω χιτῶνα τὸν τὰς ἐγκαρσίας ἶνας ἔχοντα κἄπειτα τῷ ζῴῳ τροφὴν προσενέγκοις, ὄψει καταπῖνον αὐτὸ καίτοι τῆς περισταλτικῆς ἐνεργείας ἀπολωλυίας. εἰ δ’ αὖ πάλιν ἐφ’ ἑτέρου ζῴου διατέµοις ἀµφοτέρους τοὺς χιτῶνας τοµαῖς ἐγκαρσίαις, θεάσῃ καὶ τοῦτο καταπῖνον οὐκέτ’ ἐνεργοῦντος τοῦ ἐντός. ᾧ δῆλον, ὅτι καὶ διὰ θατέρου µὲν αὐτῶν καταπίνειν οἷόν τ’ ἐστίν, ἀλλὰ χεῖρον ἢ δι’ ἀµφοτέρων. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τοῦτ’ ἔστι θεάσασθαι σαφῶς ἐπὶ τῆς εἰρηµένης ἀνατοµῆς, ὡς ἐν τῷ καταπίνειν ὑποπίµπλαται πνεύµατος ὁ στόµαχος τοῦ συγκαταπινοµένου τοῖς σιτίοις, ὃ περιστελλοµένου µὲν τοῦ ἔξωθεν χιτῶνος ὠθεῖται ῥᾳδίως εἰς τὴν γαστέρα σὺν τοῖς ἐδέσµασι, µόνου δὲ τοῦ ἔνδον ὑπάρχοντος ἐµποδὼν ἵσταται τῇ φορᾷ τῶν σιτίων διατεῖνόν τ’ αὐτὸν καὶ τὴν ἐνέργειαν ἐµποδίζον. ἀλλ’ οὔτε τούτων οὐδὲν ᾿Ερασίστρατος εἶπεν οὔθ’ ὡς ἡ σκολιὰ θέσις τοῦ στοµάχου διαβάλλει σαφῶς τὸ δόγµα τῶν νοµιζόντων ὑπὸ τῆς ἄνωθεν βολῆς µόνης ποδηγούµενα µέχρι τῆς γαστρὸς ἰέναι τὰ καταπινόµενα. µόνον δ’ ὅτι πολλὰ τῶν µακροτραχήλων ζῴων ἐπικεκυφότα καταπίνει, καλῶς εἶπεν. ᾧ δῆλον, ὅτι τὸ φαινόµενον οὐ τὸ πῶς καταπίνοµεν ἀποδείκνυσιν, ἀλλὰ τὸ πῶς οὐ καταπίνοµεν· ὅτι γὰρ µὴ διὰ µόνης τῆς ἄνωθεν βολῆς, ἐκ τούτου δῆλον· οὐ µὴν εἴθ’ ἑλκούσης τῆς κοιλίας εἴτε παράγοντος αὐτὰ τοῦ στοµάχου, δῆλον ἤδη πω. ἀλλ’ ἡµεῖς γε πάντας τοὺς λογισµοὺς εἰπόντες τούς τ’ ἐκ τῆς κατασκευῆς τῶν ὀργάνων ὁρµωµένους καὶ τοὺς ἀπὸ τῶν ἄλλων συµπτωµάτων τῶν τε πρὸ τοῦ γυµνωθῆναι τὸν στόµαχον καὶ γυµνωθέντος, ὡς ὀλίγῳ πρόσθεν ἐλέγοµεν, ἱκανῶς ἐνεδειξάµεθα τοῦ µὲν ἕλκειν ἕνεκα τὸν ἐντὸς χιτῶνα, τοῦ δ’ ἀπωθεῖν τὸν ἐκτὸς γεγονέναι. προὐθέµεθα µὲν οὖν ἀποδεῖξαι τὴν καθεκτικὴν δύναµιν ἐν ἑκάστῳ τῶν ὀργάνων οὖσαν, ὥσπερ ἐν τῷ πρόσθεν λόγῳ τὴν ἑλκτικήν τε καὶ προσέτι τὴν ἀλλοιωτικήν. ὑπὸ δὲ τῆς ἀκολουθίας τοῦ λόγου τὰς τέτταρας ἀπεδείξαµεν ὑπαρχούσας τῇ γαστρί, τὴν ἑλκτικὴν µὲν ἐν τῷ καταπίνειν, τὴν καθεκτικὴν δ’ ἐν τῷ πέττειν, τὴν ἀπωστικὴν δ’ ἐν τοῖς ἐµέτοις καὶ ταῖς τῶν πεπεµµένων σιτίων εἰς τὸ λεπτὸν ἔντερον ὑποχωρήσεσιν, αὐτὴν δὲ τὴν πέψιν ἀλλοίωσιν ὑπάρχειν.

9. Οὔκουν ἔτ’ ἀπορήσοµεν οὐδὲ περὶ τοῦ σπληνός, εἰ ἕλκει µὲν τὸ οἰκεῖον, ἀποκρίνει δὲ τὸ ἀλλότριον, ἀλλοιοῦν δὲ καὶ κατέχειν, ὅσον ἂν ἐπισπάσηται, πέφυκεν, οὐδὲ περὶ ἥπατος ἢ φλεβὸς ἢ ἀρτηρίας ἢ καρδίας ἢ τῶν ἄλλων τινός· ἀναγκαῖαι γὰρ ἐδείχθησαν αἱ τέτταρες αὗται δυνάµεις ἅπαντι µορίῳ τῷ µέλλοντι θρέψεσθαι καὶ διὰ τοῦτ’ αὐτὰς ὑπηρέτιδας εἶναι θρέψεως ἔφαµεν· ὡς γὰρ τὸ τῶν ἀνθρώπων ἀποπάτηµα τοῖς κυσὶν ἥδιστον, οὕτω καὶ τὰ τοῦ ἥπατος περιττώµατα τὸ µὲν τῷ σπληνί, τὸ δὲ τῇ χοληδόχῳ κύστει, τὸ δὲ τοῖς νεφροῖς οἰκεῖον.

10. Καὶ λέγειν ἔτι περὶ τῆς τούτων γενέσεως οὐκ ἂν ἐθέλοιµι µεθ’ ῾Ιπποκράτην καὶ Πλάτωνα καὶ ᾿Αριστοτέλην καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλότιµον· οὐδὲ γὰρ οὐδὲ περὶ τῶν δυνάµεων εἶπον ἄν, εἴ τις τῶν ἔµπροσθεν ἀκριβῶς ἐξειργάσατο τὸν ὑπὲρ αὐτῶν λόγον. ἐπεὶ δ’ οἱ µὲν παλαιοὶ καλῶς ὑπὲρ αὐτῶν ἀποφηνάµενοι παρέλιπον ἀγωνίσασθαι τῷ λόγῳ, µηδ’ ὑπονοήσαντες ἔσεσθαί τινας εἰς τοσοῦτον ἀναισχύντους σοφιστάς, ὡς ἀντιλέγειν ἐπιχειρῆσαι τοῖς ἐναργέσιν, οἱ νεώτεροι δὲ τὸ µέν τι νικηθέντες ὑπὸ τῶν σοφισµάτων ἐπείσθησαν αὐτοῖς, τὸ δέ τι καὶ ἀντιλέγειν ἐπιχειρήσαντες ἀποδεῖν µοι πολὺ τῆς τῶν παλαιῶν ἔδοξαν δυνάµεως, διὰ τοῦθ’, ὡς ἂν ἐκείνων αὐτῶν, εἴπερ ἔτ’ ἦν τις, ἀγωνίσασθαί µοι δοκεῖ πρὸς τοὺς ἀνατρέποντας τῆς τέχνης τὰ κάλλιστα, καὶ αὐτὸς οὕτως ἐπειράθην συνθεῖναι τοὺς λόγους. ὅτι δ’ ἢ οὐδὲν ἢ παντάπασιν ἀνύσω τι σµικρόν, οὐκ ἀγνοῶ· πάµπολλα γὰρ εὑρίσκω τελέως µὲν ἀποδεδειγµένα τοῖς παλαιοῖς, οὔτε δὲ συνετὰ τοῖς πολλοῖς τῶν νῦν δι’ ἀµαθίαν, ἀλλ’ οὐδ’ ἐπιχειρούµενα γιγνώσκεσθαι διὰ ῥᾳθυµίαν, οὔτ’, εἰ καὶ γνωσθείη τινί, δικαίως ἐξεταζόµενα· χρὴ γὰρ τὸν µέλλοντα γνώσεσθαί τι τῶν πολλῶν ἄµεινον εὐθὺς µὲν καὶ τῇ φύσει καὶ τῇ πρώτῃ διδασκαλίᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ἐπειδὰν δὲ γένηται µειράκιον, ἀληθείας τινὰ σχεῖν ἐρωτικὴν µανίαν, ὥσπερ ἐνθουσιῶντα καὶ µήθ’ ἡµέρας µήτε νυκτὸς διαλείπειν σπεύδοντά τε καὶ συντεταµένον ἐκµαθεῖν, ὅσα τοῖς ἐνδοξοτάτοις εἴρηται τῶν παλαιῶν· ἐπειδὰν δ’ ἐκµάθῃ, κρίνειν αὐτὰ καὶ βασανίζειν χρόνῳ παµπόλλῳ καὶ σκοπεῖν, πόσα µὲν ὁµολογεῖ τοῖς ἐναργῶς φαινοµένοις, πόσα δὲ διαφέρεται, καὶ οὕτω τὰ µὲν αἱρεῖσθαι, τὰ δ’ ἀποστρέφεσθαι. τῷ µὲν δὴ τοιούτῳ πάνυ σφόδρα χρησίµους ἤλπικα τοὺς ἡµετέρους ἔσεσθαι λόγους· εἶεν δ’ ἂν ὀλίγοι παντάπασιν οὗτοι· τοῖς δ’ ἄλλοις οὕτω γενήσεται τὸ γράµµα περιττόν, ὡς εἰ καὶ

1 ... 38 39 40 41 42 43 44 45 46 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.
Похожие на Сочинения. Том 5 - Гален Клавдий книги

Оставить комментарий