Шрифт:
Интервал:
Закладка:
4. ‘“Καὶ πῶς ἐγχωρεῖ”, φήσειεν ἂν ὁ Λύκος, “ἐναντίον εἶναι τῷ χρώµατι, καθ’ ὃ νενόηται χρῶµα ὄν;” καὶ ἀληθεύσει γε ναὶ µὰ τοὺς θεούς, ὅσον ἐπὶ χρώµατος [ναὶ] τὸ χρῶµα µηδὲν ἡγούµενος ἕτερον ἑτέρου διαφέρειν, ἀλλ’ ὥσπερ τοῦτο ἀληθές, οὕτω κἀκεῖνο, τὸ λευκὸν τοῦ µέλανος οὐ µόνον διαφέρειν, ἀλλὰ καὶ τοσοῦτον διαφέρειν, ὡς ἐναντιώτατον εἶναι. καὶ πῶς ἐγχωρεῖ, τάχα φήσουσιν οἱ τὰ τοῦ Λύκου πρεσβεύοντες, ἅµα µὲν εἶναι ταὐτόν, ἅµα δὲ ἐναντιώτατον τῷ µέλανι <τὸ> λευκόν; οἷς ἡµεῖς ἀποκρινούµεθά τι γε τοσοῦτον, ὡς, εἴπερ οὐκ ἐγχωρεῖ τὸ λευκὸν ἐναντίον θ’ ἅµα καὶ ταὐτὸν εἶναι τῷ µέλανι, τὸ ἕτερον αὐτοῖν αἱρείσθωσαν. ὁ µὲν γὰρ Πλάτων οἴεται δυνατὸν εἶναι, καθάπερ γε καὶ ᾿Αριστοτέλης καὶ Θεόφραστος, ἕτερον ἑτέρῳ ταὐτὸν ὂν τῷ γένει, τοσαύτην ὅµως ἔχειν τὴν ἐν εἴδει διαφοράν, ὡς ἐναντιώτατον ὑπάρχειν. οὗτοι δ’ εἰ µὴ νοµίζουσιν ἀληθεύειν ἄµφω τὼ λόγω, τὸν ἐναργέστερον ἑλέσθωσαν. ἐναργέστερος δέ ἐστιν, ὅσῳ καὶ πᾶσιν ἀνθρώποις ὁµολογούµενος ἐναντίον εἶναι τὸ λευκὸν τῷ µέλανι. καὶ µήν, εἴπερ ἀληθές ἐστι τοῦτο, νοµίζουσι δὲ αὐτοὶ µὴ δύνασθαι τοὺς λόγους ἀµφοτέρους ἀληθεύεσθαι, τόν τε ἐναντίον εἶναι φάσκοντα τὸ λευκὸν τῷ µέλανι καὶ τὸν ταὐτόν, οὐκ ὀρθῶς ἐροῦσιν µηδὲν διαφέρειν, ᾗ χρῶµά ἐστιν, τὸ λευκὸν τοῦ µέλανος. ὁ µὲν οὖν ἐν τῷ τοῦ Πλάτωνος γράµµατι διαλεγόµενος τῷ Σωκράτει συγγνωστὸς ἦν ἴσως, κωλύων τὸν Σωκράτην διαιρούµενον ἡδονὴν ἡδονῆς διαφορᾷ. οὐ γὰρ ἦν που βιβλίον οὐδὲν τοιοῦτον διδάσκον, ὡς ἐγχωρεῖ πολλὰ πολλοῖς ὄντα τῷ γένει ταὐτὰ διαφέρειν ὅµως εἰς τοσοῦτον, ὡς ἐναντιωτάτην ἀλλήλοις ἰδέαν τε καὶ φύσιν ἔχειν. ἐπεὶ δ’ ὑπὸ Πλάτωνος ὁ Φίληβος ἐγράφη διδάσκων τἀληθές, εἰ µὲν οὐδ’ ὅλως ἀνέγνω τὸ βιβλίον ὁ Λύκος, ἄγαµαι τῆς παιδείας τὸν Λύκον. εἰ δ’ ἀναγνοὺς οὐκ ἐνόησε, θαυµάζω τῆς συνέσεως. εἰ δὲ νοήσας οὐκ ἐπείσθη, µακαρίζω τῆς κρίσεως. ὦ πρὸς τοῦ Διός, ἐρωτᾷ τις λόγον οὐδὲ τὰ πρῶτα µαθὼν τῆς διαλεκτικῆς, ἔστι τις ἀπάνθρωπος ῞Ελλην ἰατρὸς ἢ γραµµατικὸς ἢ ῥήτωρ ἢ φιλόσοφος ἢ ὅλως ὁστισοῦν ἄλλος ἀντιποιούµενος λόγων, ὃς οὐκ ἀνέγνω τὸν Πλάτωνος Φίληβον; καίτοι τί λέγω τὸν Φίληβον; οὐ γὰρ ἐν τούτῳ µόνῳ τὸν προκείµενον λόγον Πλάτων ἐδίδαξεν, ἀλλὰ καὶ δι’ ἄλλων πολλῶν ἐπεµνήσθη βιβλίων, ὧν ἐχρῆν µόνον κἂν ἕν γέ τι τὸν θαυµασιώτατον Λύκον ἀνεγνωκέναι, ἀντιποιούµενον λόγων ἐπιστηµονικῶν. αἰσχρὸν γὰρ ῾Ιπποκράτην διελέγχειν ἐπιχειροῦντα καὶ λόγους ἐπερωτῶντα περαντικούς, ὡς νοµίζει, µηδὲ τὰ πρῶτα φαίνεσθαι µεµαθηκότα τῶν ἐν ταῖς φιλοσόφοις διατριβαῖς.
ἀλλὰ νὴ Δία θαυµαστὸν αὐτοῦ τὸ περὶ τῶν ὑγρῶν ἐστι παράδειγµα. καὶ γὰρ ταῦτα βούλεται µηδὲν ἀλλήλων διαφέρειν, ᾗ πάντα ἐστὶν ὑγρά· καθ’ ὃ µέντοι τὰ µὲν ὀξέα, τὰ δὲ στρυφνά, τὰ δ’ ἁλµυρά, τὰ δὲ γλυκέα, ταύτῃ διαλλάττει, οὐκ ἀκούει δὲ ἐν τούτοις αὐτὸς ἑαυτοῦ. λέγων γὰρ ᾗ διαφέρει τὰ ὑγρά κατασκευάζειν οἴεται µηδεµίαν ἐν αὐτοῖς εἶναι διαφοράν, ἀλλὰ µάτην µὲν ῾Ιπποκράτην διαφορὰν εἰρηκέναι, µάτην δὲ Θεόφραστον ὅλην πραγµατείαν γεγραφέναι Περὶ χυλοῦ, καίτοι καὶ αὐτὸ τοῦτο τοὔνοµα ὁ χυλὸς ὑγροῦ διαφοράν τινα ἐνδείκνυται. ἀλλ’ ὅµως καίτοι διαφορά τις οὖσα <τοῦ> ὑγροῦ πάλιν αὖθις τέµνεσθαι πέφυκεν εἰς ἑτέρας διαφοράς. οὐ µὴν θαυµαστὸν εἰς τοσοῦτον ἀπαιδευσίας ἥκοντα Λύκον, ὡς νοµίζειν ἐν ὄξει στύφουσαν εἶναι ποιότητα, τοιαύτην τολµῆσαι πρὸς ῾Ιπποκράτην γράφειν ἀντιλογίαν. τὰ γὰρ οὕτως ἐναργῆ καὶ Διοσκορίδης ὁ ᾿Αναζαρβεὺς ἐγίγνωσκεν οἵ τ’ ἄλλοι πάντες οἱ τὰ περὶ ὕλης ὑποµνήµατα γράψαντες. ὀνοµάζουσι γοῦν ἐν τούτοις τὰ µὲν ἁλυκά, τὰ δὲ ἁλµυρά, τὰ δὲ πικρά, τὰ δὲ γλυκέα, τὰ δὲ αὐστηρά, τὰ δὲ στρυφνά, τὰ δὲ στύφοντα, τὰ δὲ δριµέα, τὰ δὲ ὀξέα. Λύκος δ’ ὁ θαυµασιώτατος ἤτοι οὐδ’ ὅλως γιγνώσκει διαφέρουσαν ὀξεῖαν ποιότητα στυφούσης ἢ πεπήρωται τὴν γεῦσιν, ὡς µηδ’ ὅλως αἰσθάνεσθαι τῶν ἐν τοῖς χυµοῖς διαφορῶν. ἔοικε γοῦν ὡς ἀπίου καὶ µεσπίλου καὶ µήλου καὶ κυδωνίου τοῦ ὄξους αἰσθάνεσθαι, καίτοι γε πάντων ἀνθρώπων ἔνια µὲν τῶν µήλων ὀξέα καλούντων, ἔνια δὲ στύφοντα, γλυκέα δὲ ἄλλα, καθάπερ οἶµαι καὶ ῥοιὰς ὀξείας τε καὶ στυφούσας καὶ γλυκείας. ἐν µέν γε τοῖς οἴνοις ὡς ἀρετὴ κακίας ἀφώρισται στύψις ὀξύτητος· εὐγενεῖς µὲν γὰρ οἱ στύφοντες· ὀξὺς δ’ οὐδεὶς κατὰ φύσιν, ἀλλ’ εἰ καὶ µικρὸν αὐτῷ προσέλθοι τοιαύτης ποιότητος, ὑποπτεύοµεν αὐτίκα τὴν εἰς ὄξος αὐτοῦ µεταβολήν. ἴσως οὖν ὁ Λύκος οὐδ’ ὀξυλάπαθον οὐδ’ ὀξυαλίδα λαπάθου τε καὶ θριδακίνης διεγίγνωσκεν, οἷς στυφούσης µὲν ποιότητος οὐδὲ τοὐλάχιστον ὑπάρχει, τῆς δὲ ὀξείας δαψιλῶς µετέσχηκεν ἄµφω. θαυµαστὸν οὖν, εἰ ταῦτα µὲν ἀπὸ τῆς ὀξείας ποιότητος ὠνόµασται, τὸ δὲ ὄξος αὐτὸ µὴ µετέσχηκεν αὐτῆς. ἀλλ’ ὁ µηδὲ τὰς κοινὰς αἰσθήσεις ἀποσῴζων Λύκος ἐγκαλεῖν ῾Ιπποκράτει τολµᾷ. † πάλιν οὖν ἔγνω τὴν παρὰ τοῖς φυσικοῖς ζήτησιν ὑπὲρ τοῦ τῶν χυµῶν ἀριθµοῦ. κατὰ τοῦτο γὰρ οὐδέν, ὡς ἔοικε, διαφέρει χυµὸς χυµοῦ, καθ’ ὅσον χυµός ἐστιν. ἡδέως ἂν οὖν ἤκουσα, τίνος τῶν ὄντων εἰσὶν αἱ τοιαῦται διαφοραί, γλυκὺς ὀξὺς δριµὺς πικρὸς ἁλυκὸς ἁλµυρὸς στρυφνὸς αὐστηρὸς στύφων λιπαρός. εἰ µὴ γὰρ χυµῶν, ἴσως ἤτοι φωνῶν ἢ χρωµάτων ἢ ὀδµῶν ἢ διὰ τῆς ἁφῆς εἰς γνῶσιν ἥκουσι. παρὰ ταύτας γὰρ οὐκ ἔχοµεν ἄλλην αἴσθησιν, ἀλλ’ εἰσὶν αἱ πᾶσαι πέντε, γεῦσις καὶ ἀκοὴ καὶ ὄψις καὶ ὄσφρησίς τε καὶ ἁφή. διαγινώσκοµεν δὲ ὥσπερ καὶ ταῖς ἄλλαις ἄλλα τῶν αἰσθητῶν, οὕτως τῇ γεύσει καὶ τοὺς χυµούς. ὡς δὲ ἐν τοῖς ὑγροῖς αἱ διαφοραὶ πολλαί, κατὰ τὸν αὐτὸν τρόπον κἀν ταῖς αἰσθήσεσι. καίτοι γε ᾗ αἰσθήσεις εἰσίν, οὐ διαφέρουσιν, ἀλλ’ ὁ διαλεκτικώτατος Λύκος οὐκ ἐάσει λέγειν ἡµᾶς οὔτ’ ἐν τοῖς χυµοῖς εἶναι τὰς εἰρηµένας διαφοράς, οὐδ’ ἐν ταῖς αἰσθήσεσιν ἃς ἅπαντες γιγνώσκουσιν, οὔτ’ ἐν τοῖς χρώµασι καὶ λευκὸν καὶ µέλαν καὶ φαιὸν καὶ ξανθὸν καὶ πυρρὸν ἐρυθρόν τε καὶ φοινικοῦν καὶ κυανοῦν. οὐδὲν γὰρ χρῶµα χρώµατος ᾗ χρῶµά ἐστι διαφέρει. µαίνονται τοίνυν ἅπαντες ἰατροὶ καὶ φιλόσοφοι χρωµάτων µὲν ἡγούµενοι διαφορὰς εἶναι τὰς εἰρηµένας, χυµῶν δὲ τὸν ὀξὺν καὶ πικρὸν καὶ δριµὺν ὅσους τ’ ἄλλους ὀλίγον ἔµπροσθεν εἶπον, ὥσπερ καὶ τῶν αἰσθήσεων αὐτῶν. οὔτε γὰρ χρῶµα χρώµατος, ᾗ χρῶµά ἐστι, διαφέρει, ὡς οὐδ’ αἴσθησις αἰσθήσεως, οὔτε χυµὸς χυµοῦ, καθάπερ οὐδὲ πυρετὸς πυρετοῦ, µὴ [δὲ] ὅτι θερµὸν θερµοῦ. µαίνονται τοίνυν οἱ γράψαντες ἰατροὶ πυρετῶν διαφορὰς πολλὰς καὶ τὸν καῦσον καὶ τὸν
- Лечебное питание при дистрофии - Василий Гладенин - Медицина
- Здоровое сердце - Александра Васильева - Медицина
- Здоровое сердце. Формула активности и долголетия - Александра Васильева - Медицина
- Где прячется бытие и возможна ли термодинамика процесса бытия? - Иван Андреянович Филатов - Менеджмент и кадры / Науки: разное
- Вин Чунь. Массажная пластика лица и тела - Михаил Алексеевич Давыдов - Медицина
- Записки философствующего врача. Книга третья. МОР? Философия коронакризиса и микроэлементы - Скальный Анатолий - Медицина
- Об особенностях животных - Клавдий Элиан - Античная литература / Природа и животные
- Статьи о питании и здоровье фонда Вестона Прайса - Вестон Прайс - Медицина
- Лечебные точки организма: снимаем боли в сердце и в области живота - Владимир Васичкин - Медицина
- Советы гинеколога для женского здоровья - Елена Савельева - Медицина