Рейтинговые книги
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 155 156 157 158 159 160 161 162 163 ... 182
ἔτι δ’ ἀνεµεσητότερον οἶµαι τοῖς δυναµένοις ἀπολύσασθαι τὰ κακῶς εἰρηµένα πρὸς αὐτὸν ἐγκλήµατα, καθάπερ ἐν δικαστηρίῳ τοῖς ἀναγνωσοµένοις ἀµφοτέρων τὰ γράµµατα τὴν ἀπολογίαν ποιήσασθαι, καὶ µάλισθ’ ὅταν ὁ µὲν ἐγκαλῶν πρὶν µαθεῖν τὰ λεγόµενα θρασύνηται, τῷ δ’ ἀπολογουµένῳ πεπαιδεῦσθαι κα<λῶς ὑπάρχῃ> τὰ τοῦ παλαιοῦ δόγµατα. Λύκος τοίνυν ἔγραψε µὲν ἐξηγητικὰ τῶν ῾Ιπποκράτους ἀφορισµῶν ὑποµνήµατα, λωβᾶται δὲ τοῖς δόγµασι τἀνδρὸς ἑκατέρωθεν, οἷς τε ψέγειν καὶ οἷς ἐπαινεῖν τινα τῶν ὑπ’ αὐτοῦ λεγοµένων οἴεται καὶ δι’ ὧν ἀντιλέγειν ἐπιχειρεῖ. τά τε γὰρ ἐπαινούµενα Λύκου φαντάσµατά ἐστιν, οὐχ ῾Ιπποκράτους δόγµατα, δι’ ὧν τε ἀντιλέγει, δῆλός ἐστι µηδὲ τὰ στοιχεῖα τῆς ῾Ιπποκράτους τέχνης ἐπιστάµενος. ὅτῳ δ’ οὐκ ἔστι τῶν στοιχείων ἐπιστήµη, σχολῇ γ’ ἂν οὗτος εἰς τὰς συλλαβὰς εἰδείη τῆς τέχνης ἐκείνης ἢ τῶν ἀπ’ αὐτῆς. εἰ µὲν οὖν ἐγὼ πρῶτος ἢ µόνος ἔλεγον ἐκ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ τῶν ζῴων σώµατα συγκεῖσθαι νοµίζειν ῾Ιπποκράτην, τάχα ἂν ἴσως εὐλαβέστερον ἐνεκάλουν Λύκῳ πρὶν γνῶναι τὰ στοιχεῖα τῆς ῾Ιπποκράτους τέχνης ἐπιχειροῦντι τῶν συγγραµµάτων αὐτοῦ γράφειν ἐξηγήσεις. οὔτε γὰρ ὅσοι δόγµασιν ἐναντίοις ἐνετράφησαν οὔθ’ ὅσοι µηδὲ τὰ πρῶτα γιγνώσκουσι τῆς τέχνης [χρήσιµα] εὔλογον ἐξηγεῖσθαι τοὺς ἀφορισµούς, ἀλλ’ οἵπερ µεµαθήκασι µὲν ἐκ τῆς παιδικῆς ἡλικίας, ἐπαινοῦσι δὲ ἥδιον ἢ ψέγουσιν αὐτοῦ τὰ δόγµατα. Λύκος δὲ εἰς τοσοῦτον ἄρα τῆς ῾Ιπποκράτους τέχνης ἀµαθής ἐστιν, ὥστ’ ἐγὼ — θεοὺς ἅπαντας ἐπόµνυµι — τὰς πρώτας τῶν εἰς τοὺς ἀφορισµοὺς ὑποµνηµάτων αὐτοῦ ἐξηγήσεις ἀναγνοὺς [ἀφορισµῶν] οὐκέθ’ ὑπέµεινα τὸ λοιπὸν τοῦ βιβλίου γνῶναι τοσοῦτον <δοκοῦντος> τῆς γνώµης ἁµαρτάνειν τοῦ παλαιοῦ. τῶν ἑταίρων δέ τινος ἀξιώσαντος ἐπακοῦσαί γε τῶν εἰς τόνδε τὸν ἀφορισµὸν ὑπ’ αὐτοῦ γεγραµµένων, ἐν ᾧ φησι “τὰ αὐξανόµενα πλεῖστον ἔχει τὸ ἔµφυτον θερµόν”, εἶτα πολλῶν καὶ ἄλλων παρακαλεσάντων ἀπολογήσασθαι πρὸς τὰς κατηγορίας, οὕτως ἀναγκασθεὶς ἐπὶ τόνδε τὸν λόγον ἧκον.

2. ῞Ινα δὲ τοῖς ὑπ’ ἐκείνου λεγοµένοις <καὶ τοῖς> ὑπ’ ἐµοῦ δὲ µέλλουσι πρὸς αὐτὰ ῥηθῆναι ῥᾷον ἀκολουθήσωσιν οἱ δικάσοντες ἡµῖν, ἀναγκαῖον ἔσται µοι βραχέα προειπεῖν. ὅτι µέν ἐστι θερµὸν ἐν ἡµῖν, ἐναργῶς ἅπασι φαίνεται, πότερον δ’ ἐκ κινήσεως τοῦτο τῆς κατὰ τὴν καρδίαν καὶ τὰς ἀρτηρίας ἔχει τὴν γένεσιν ἤ, καθάπερ αὐτὸ τὸ κινεῖσθαι τῇ καρδίᾳ σύµφυτον ὑπάρχει, τὸν αὐτὸν τρόπον καὶ ἡ θερµασία, διαπεφώνηται τοῖς ἰατροῖς. ἀλλ’ ὅστις γε βούλεται µαθεῖν ἐπιστηµονικῶς ἀρχὰς τοῖς ζῴοις ἅπασι γενέσεως εἶναι τὸ θερµὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἓν ἔχει βιβλίον ὑπ’ ἐµοῦ γεγραµµένον, ἐν ᾧ τὴν ῾Ιπποκράτους γνώµην ἐξηγοῦµαί τε ἅµα καὶ ἀποδεικνύω. τοῦτο µὲν δὴ τὸ βιβλίον ἐπιγέγραπται Περὶ τῶν καθ’ ῾Ιπποκράτην στοιχείων. ἕτερα δὲ ἐφεξῆς ἐστιν αὐτοῦ τὰ Περὶ κράσεων, ἐν οἷς δείκνυµι, τίνα µὲν τῶν σωµάτων πλείονα µοῖραν ἐν ἑαυτοῖς ἔχει τοῦ θερµοῦ στοιχείου, τίνα δ’ ἐλάττονα, καὶ ὡς διὰ τοῦτ’ αὐτὸ τὰ µὲν θερµότερα φύσει, τὰ δὲ ψυχρότερα γέγονεν. ἅπασι γὰρ ἡµῖν ὑπάρχει τὸ θερµὸν στοιχεῖον ἔµφυτον ἐκ τῆς πρώτης ἀρχῆς, ἣν ἐκ σπέρµατός τε καὶ καταµηνίου κεκτήµεθα. διαφέροµεν δ’ ἀλλήλων ἐν τῷ µᾶλλόν τε καὶ ἧττον εἶναι θερµοί· ἀλλ’ εἰσί γέ τινες ὅροι τούτου τοῦ πλάτους, ὧν ἐπέκεινα τῆς κράσεως ἐξικοµένης ἤτοι νοσεῖν ἡµῖν ἀναγκαῖόν ἐστιν ἢ διαφθείρεσθαι. καὶ γὰρ ἐπὶ πλέον ψυχθέντες ἐν νοσήµατι ψυχρῷ καθιστάµεθα καὶ θερµανθέντες ἔξω τοῦ κατὰ τὴν ὑγείαν πλάτους εἰς πυρετὸν ἀγόµεθα. καὶ τοίνυν καὶ τῶν πυρετῶν αὐτῶν ἔνιοι µὲν ἀκριβῶς εἰσι ξηροί, καθάπερ οἱ ἀκριβῶς ἑκτικοί, τινὲς δὲ ἐσχάτως ὑγροί, καθάπερ οἱ τυφώδεις ἢ <οἱ> ἑλώδεις ὀνοµαζόµενοι. εἰ δ’ οὐ χαίρει <τις> τοῖς οὕτω καλουµένοις ἢ κατ’ ἄλλου πράγµατος ἐπιφέρειν εἴθισται τὰς εἰρηµένας προσηγορίας, ἐν τῷδε τῷ λόγῳ διηγήσοµαι τοὺς ὑγροὺς πυρετοὺς ὁποίους εἶναί φηµι· <δι’ ὧν> ἱδροῦσιν οἱ κάµνοντες ἀπὸ <τῆς> πρώτης ἡµέρας ἐν [δ’] αὐτοῖς <τοῖς> ἱδρῶσιν ἢ µετρίως ἢ οὐδὲν ὀνινάµενοι, τούτους ὑγροὺς ἐγὼ τοὺς πυρετοὺς ὀνοµάζω, ξηροὺς δὲ ἔµπαλιν ἐκείνους καλῶ τῶν πυρετῶν, οἷς δίψα σφοδρὰ καὶ γλῶττα ξηρὰ καὶ δέρµα σκληρὸν οἷόνπερ βύρσα καὶ πολὺς αὐχµὸς ἐν ἅπαντι τῷ σώµατι. καὶ µὴν καὶ ἕτεροί τινές εἰσι πυρετοὶ τὴν διαπνοὴν ὅλου τοῦ σώµατος ἔχοντες ἀνιαρὰν τοῖς ἁπτοµένοις, ὡς νύττεσθαί τε καὶ δάκνεσθαι δοκεῖν, διχῶς καὶ τούτου γιγνοµένου, ποτὲ µὲν ἀερώδους ξηροῦ τοῦ προσπίπτοντος ἡµῖν, ἔστι δ’ ὅτε ὑγροῦ πως φαινοµένου, καθάπερ ἀτµοῦ τινος. τοιαύταις ἰδέαις ἀλλήλων διαφέρουσι καὶ τῶν ὑγιαινόντων αὐτῶν αἱ κράσεις, ἃς δὴ καὶ δυσκράτους εἶναί φαµεν ἐπανορθούµεθά τε καθ’ ὅσον οἷόν τε τὴν φυσικὴν δυσκρασίαν αὐτῶν. ἔστι γὰρ καὶ τοῦτο µόριον οὐ σµικρὸν τῆς ὑγιεινῆς τέχνης. ὅσα δὲ εὔκρατα φύσει τῶν σωµάτων ἐστίν, οὐδὲν τοιοῦτον ἁπτοµένοις ἐµφαίνει. σύµµετρα γὰρ ἀκριβῶς ἐστιν, ὡς µήτ’ ἐνδεῖν αὐτοῖς τὸ θερµόν, οἷα γέρουσιν ἢ τοῖς ἐψυγµένοις, µήθ’ ὑπερβάλλειν, ὡς τοῖς ἀµετρότερον πονήσασιν ἢ διατρίψασιν ἐπὶ πλέον ἐν ἡλίῳ θερινῷ. πολὺ δὲ δὴ µᾶλλον οὐδὲ τὸ δάκνον ἢ ἀνιαρὸν ἡ τούτων ἔχει θερµασία.

σαφηνείας δὲ ἕνεκα τῶν λεγοµένων οὐδὲν ἂν εἴη χεῖρον ἀναµνησθῆναί σε βαλανείων, ἐν οἷς ἓν µέν ἐστι δήπου τὸ τῶν εὐκράτων εἶδος, αἱ δυσκρασίαι δὲ πολλαί. µία µὲν γὰρ δυσκρασία βαλανείου ψυχροτέρου τῆς χρείας ὑπάρχοντος, ἑτέρα δὲ εἰ µέχρι τοῦ λυπεῖν ἤδη θερµανθείη, τρίτη δ’ ἄλλη καθ’ ἣν οὔθ’ ὡς ψυχρότερον οὔθ’ ὡς θερµότερον αἰτιώµενοι πλῆρες ἀτµοῦ φαµεν ὑπάρχειν καὶ κατὰ τοῦτο µεµφόµεθα. τίς γὰρ οὐκ οἶδεν, εἴ γε ὅλως ἄνθρωπός ἐστιν, ὡς εὔκρατόν ἐστι µὲν καὶ ὕδωρ πολλάκις, ἔστι δ’ ὁµοίως αὐτῷ καὶ ἀὴρ καὶ ἀτµός. οὕτω γοῦν καὶ λίθος εὔκρατος ἐν αὐτοῖς τοῖς βαλανείοις γίγνεται, καθ’ οὗ κυλινδεῖσθαι δυνατόν, οὔτε θερµασίαν ὑπερβάλλουσαν οὔτε ψύξιν αἰτιώµενον οὔτ’ αὐχµὸν ἢ πλῆθος ὑγρότητος. ὥσπερ οὖν ἐν ὕδατι καὶ λίθῳ καὶ ἀέρι σύµµετρος γίγνεται θερµότης, οὕτως καὶ κατὰ τὸν ἀτµόν, ὃς ἐπειδὰν εὔκρατος ὢν ἐµπλήσῃ τὸ βαλανεῖον, οἱ λουόµενοι δυσχεραίνουσι µὲν καὶ µέµφονται τὸ τοιοῦτον λουτρόν, ψυχρότερον δὲ ἢ θερµότερον οὐκ ὀνοµάζουσιν, ὡς, εἴ γε καὶ τοιοῦτόν τι ποιεῖ, διττὴν ποιοῦνται τὴν κατηγορίαν τοῦ βαλανείου ψυχρὸν εἶναι φάσκοντες αὐτὸ καὶ µεστὸν ἀτµοῦ, καθάπερ γε καὶ θερµὸν αὖθις ἀµέτρως σὺν ἀτµῷ δαψιλεῖ. µὴ τοίνυν ἐπιλανθανώµεθα τούτων µηδὲ τὰ κοινῇ πᾶσιν ἀνθρώποις γιγνωσκόµενα διαφθείρωµεν ὑπὸ περιττῆς σοφίας, ἣν ἐπιδείκνυνταί τινες, ἀλλὰ µεµνηµένοι τῶν βαλανείων, ἐπειδὰν ἀκούσωµέν τινος ἐπὶ ζῴου λέγοντος ὡς ἔστι τούτου µὲν εὔκρατον τὸ θερµόν, τούτου δὲ δύσκρατον, οὐκ ἐπ’ ἄλλο τι µεταφέρωµεν τὴν διάνοιαν, ἀλλ’ ἐφ’ ὅπερ ἅπαντες οἱ τὰς κοινὰς ἐννοίας διασῴζοντες ἄνθρωποι καθ’ ἑκάστην ἡµέραν ἐν ἄλλοις τε πολλοῖς καὶ µέντοι γε καὶ τοῖς βαλανείοις ὧν ἐµνηµόνευσα. θερµὸν γοῦν εἶναί φασι τὸ βαλανεῖον καὶ ψυχρόν, εἶτ’

1 ... 155 156 157 158 159 160 161 162 163 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.
Похожие на Сочинения. Том 5 - Гален Клавдий книги

Оставить комментарий