Рейтинговые книги
Читем онлайн Канонические правила Православной Церкви с толкованиями - Мамбурин

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 437 438 439 440 441 442 443 444 445 ... 587
καιρὸν χρὴ τῆς ἑορτῆς καὶ τῆς ευφροσύνης ἐνάρχεσθαι, μέχρις ἐκείνου τὰς ψυχὰς ταῖς νηστείαις ταπεινοῦντας, ὑπὸ πάντων ὁμοίως ὁμολογήσεται. Κατασκεύασας δὲ δι’ ὧν ἔγραψάς μοι πάνυ ὑγιῶς καὶ τῶν θείων Εὐαγγελιστῶν αἰσθόμενος, ὅτι μηδὲν ἀπηκριβωμένον ἐν αὐτοῖς περὶ τῆς ὥρας, καθ’ ἣν ἀνέστη, φαίνεται. Διαφόρως μὲν γὰρ οἱ Εὐαγγελισταὶ τοὺς ἐπὶ τὸ μνημεῖον ἐλθόντας ἀνέγραψαν κατὰ καιροὺς ἐνηλλαγμένους, καὶ πάντες ἀνεστηκότα ἤδη τὸν Κύριον ἔφασαν εὑρηκέναι, καὶ ὀψὲ σαββάτων, ὡς ὁ Ματθαῖος εἶπε, καὶ πρωΐας ἔτι σκοτίας οὔσης, ὡς ὁ ᾽Ιωάννης γράφει, καὶ ὄρθρου βαθέος, ὡς ὁ Λουκᾶς, καὶ λίαν πρωί ἀνατείλαντος τοῦ ἡλίου, ὡς ὁ Μᾶρκος. Καὶ πότε μὲν ἀνέστη, σαφῶς οὐδεὶς ἀπεφήνατο, ὅτι δὲ ὀψὲ σαββάτων τῇ ἐπιφωσκούσῃ μιᾷ σαββάτων, μέχρις ἀνατολῆς ἡλίου τῆς μιᾶς σαββάτων, οἱ ἐπὶ τὸ μνημεῖον παραγενόμενοι οὐκέτι κείμενον αὐτὸν ἐν αὐτῷ κατέλαβον, τοῦτο ἀνωμολόγηται. Καὶ μηδὲ διαφωνεῖν, μηδὲ εναντιοῦσθαι τοὺς Εὐαγγελιστὰς πρὸς ἀλλήλους ὑπολάβωμεν, ἀλλ’ εἰ καὶ μικρολογία τις εἶναι δόξει περὶ τὸ ζητούμενον, εἰ συμφωνοῦντες πάντες ἐν ἐκείνῃ τῇ νυκτὶ τὸ τοῦ κόσμου φῶς, τὸν Κύριον ἡμῶν, ἀνατεταλκέναι, περὶ τὴν ὥραν διαφέρονται. Ἀλλ’ ἡμεῖς εὐγνωμόνως τὰ λεχθέντα καὶ πιστῶς ἁρμόσαι προθυμηθῶμεν. Τὸ μὲν οὖν ὑπὸ τοῦ Ματθαίου λεχθὲν οὕτως ἔχει· Ὀψὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· Ἂγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸ λίθον, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. Ἀποκριθεὶς δὲ ὁ Ἄγγελος, εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι ᾽Ιησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἐστιν ὧδε· ἠγέρθη, καθὼς εἶπε. Τοῦτο δὲ τὸ λεχθὲν ὀψέ, οἱ μέν τινες οἰήσονται, κατὰ τὴν κοινότητα τοῦ ῥήματος, τὴν ἑσπέραν δηλοῦν τοῦ σαββάτου, οἱ δὲ σοφώτερον ἐξακούοντες, οὐ τοῦτο, ἀλλὰ νύκτα βαθεῖαν ἐροῦσιν εἶναι, βραδύτητα καὶ μακρὸν χρόνον τοῦ, ὀψέ, δηλοῦντος· καὶ ὅτι νύκτα λέγει, καὶ οὐχ ἑσπέραν, ἐπήγαγε, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων. Καὶ ἦκον, οὔπω, ὡς οἱ λοιποί φασι, τὰ ἀρώματα φέρουσαι, ἀλλὰ θεωρῆσαι τὸν τάφον, καὶ εὗρον τὸν σεισμὸν γεγονότα καὶ καθήμενον τὸν Ἄγγελον ἐπὶ τοῦ λίθου, καὶ ἀκηκόασι παρ’ αὐτοῦ· Οὐκ ἔστιν ὧδε, ἠγέρθη. Ὁμοίως ὁ Ἰωάννης, ἐν μιᾷ τῶν σαββάτων, φησί, Μαρία ἡ Μαγδαληνὴ ἦλθε πρωί, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον καὶ τὸν λίθον ᾐρμένον ἐκ τοῦ μνημείου· πλὴν παρὰ τούτῳ σκοτίας ἔτι οὔσης προεληλύθει. Ὁ δὲ Λουκᾶς φησί· Τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, ἐπὶ τὸ μνῆμα ἦλθον, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. Ὁ βαθὺς ὄρθρος, ἴσως προϋποφαινομένην αὐγὴν ἑωθινὴν ἐμφανίζει τῆς μιᾶς τῶν σαββάτων, διὰ τὸ παρῳχηκέναι ἤδη τελείως σὺν τῇ μετ’ αὐτὸ νυκτὶ πᾶν τὸ σάββατον καὶ ἑτέραν ἄρχεσθαι ἡμέραν, ὅτε ἦλθον τὰ ἀρώματα καὶ τὰ μύρα φέρουσαι. Ὅθεν δῆλον, ὡς ἀνειστήκει πρὸ πολλοῦ. Τούτῳ κατακολουθεῖ καὶ ὁ Μάρκος, λέγων· Ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν· καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου∙ λίαν μὲν γὰρ πρωΐ, καί οὕτος εἶπεν, ὅπερ ταυτόν ἐστι τῷ βαθέος ὄρθρου, καὶ ἐπήγαγεν, ἀνατείλαντος τοῦ ἡλίου. Ἡ μὲν γὰρ ὁρμὴ καὶ ἡ ὁδὸς αὐτῶν, δῆλον ὡς ὄρθρου βαθέος καὶ λίαν πρωΐ κατήρχθη, παρέτειναν δὲ κατά τε τὴν πορείαν, καὶ περὶ τὸ μνημεῖον διατρίβουσαι μέχρις ἀνατολῆς ἡλίου· καὶ λέγει καὶ τότε ταύταις ὁ νεανίσκος ὁ λευχείμων· Ήγέρθη, οὐκ ἔστιν ὧδε.

Τούτων οὕτως ἐχόντων, τοῦτο τοῖς ἀκριβολογουμένοις ἀποφαινόμεθα, κατὰ ποίαν ὥραν ἢ καὶ ποῖον ἡμιώριον ἢ ὥρας τέταρτον ἄρχεσθαι προσῆκε τῆς ἐπὶ τῇ τοῦ Κυρίου ἡμῶν ἐκ νεκρῶν Ἀναστάσει χαρᾶς. Τοὺς μὲν λίαν ἐπιταχύνοντας καὶ πρὸ νυκτὸς ἐγγὺς ἤδη μεσούσης ἀνιέντας, ὡς ὀλιγώρους καὶ ἀκρατεῖς μεμφόμεθα, ὡς παρ᾽ ὀλίγον προκαταλύοντας τὸν δρόμον, λέγοντος ἀνδρὸς σοφοῦ· Οὐ μικρὸν ἐν βίῳ τὸ παρὰ μικρόν. Τοὺς δὲ ἐφυστερίζοντας καὶ διαρκοῦντας ἐπὶ πλεῖστον, καὶ μέχρι τετάρτης φυλακῆς ἐγκαρτεροῦντας, καθ’ ἣν καὶ τοῖς πλέουσιν ὁ Σωτὴρ ἡμῶν περιπατῶν ἐπὶ τῆς θαλάσσης ἐπεφάνη, ὡς γενναίους καὶ φιλοπόνους ἀποδεχόμεθα. Τοῖς δὲ μεταξύ, ὡς ἐκινήθησαν ἢ ὡς ἠδυνήθησαν, ἀναπαυσαμένοις, μὴ πάνυ διοχλῶμεν, ἐπεὶ μηδὲ τὰς ἓξ τῶν νηστειῶν ἡμέρας ἴσως, μηδὲ ὁμοίως πάντες διαμένουσιν. Ἀλλ’ οἱ μὲν καὶ πάσας ὑπερτιθέασιν, ἄσιτοι διατελοῦντες, οἱ δὲ δύο, οἱ δὲ τρεῖς, οἰ δὲ τέσσαρας, οἱ δὲ οὐδεμίαν. Καὶ τοῖς μὲν πάνυ διαπονηθεῖσιν ἐν ταῖς ὑπερθέσεσιν, εἶτα ἀποκαμοῦσι καὶ μόνον οὐκ ἐκλείπουσι, συγγνώμη τῆς ταχυτέρας γεύσεως. Εἰ δέ τινες, οὐχ ὅπως οὐχ ὑπερτιθέμενοι, ἀλλὰ μηδὲ νηστεύσαντες, ἢ καὶ τρυφήσαντες τὰς προαγούσας τέσσαρας, εἶτα ἐλθόντες ἐπὶ τὰς τελευταίας δύο, καὶ μόνας αυτὰς ὑπερτιθέντες, τήν τε παρασκευὴν καὶ τὸ σάββατον, μέγα τι καὶ λαμπρὸν ποιεῖν νομίζουσιν, ἂν μέχρι τῆς ἕω διαμείνωσιν, οὐκ οἶμαι τὴν ἄθλησιν αὐτοὺς πεποιῆσθαι ἴσην τοῖς τὰς πλείονας ἡμέρας προησκηκόσι. Ταῦτα μέν, ὡς φρονῶ, συμβουλεύων περὶ τούτων ἔγραψα.

Перевод

В послании ко мне, вернейший и просвещеннейший сын мой, ты вопрошал меня: в который час должно прекращать пост пред днем Пасхи? Ибо некоторые братия утверждают, как сказуешь, что должно делать сие в петелоглашение, а другие, что должно с вечера. Находящиеся в Риме братия, как говорят, ожидают петеля, а о находящихся здесь ты сказал, что они ранее прекращают пост. Ты взыскуешь положити точное время, и совершенно определенный час, но сие и неудобно и не безопасно. Ибо, что после времени воскресения Господа нашего надлежит начинати празднество и веселие, а до того пощениями смиряти ду́ши, сие все согласно признают. Но в послании твоем ко мне ты доказал весьма здраво, и согласно с разумением Божественных Евангелий, что в них не оказывается ничего определенного о часе воскресения. Ибо евангелисты различно описали приходивших ко гробу в разные времена, и рекли, что все они обрели Господа уже воскресшим. По́зде в субботу – как рек Матфей (28, 1); зау́тра, еще сущей тме – как пишет Иоанн (20, 1); зело́ рано – как Лука (24, 1); и зело́ зау́тра, воссиявшу солнцу – как глаголет Марк (16, 2). Но когда воскрес, сего ясно никоторый не показал. Несомненно же то, что в вечер субботы светающу дню, первому от суббот, на гроб пришедшие, уже не обрели Господа лежащим на нем. И да не представляем евангелистов ни разногласными, ниже противоречащими один другому. Но аще и возмнится быти некое разнословие о вопрошаемом, аще согласятся согласуясь все, яко

1 ... 437 438 439 440 441 442 443 444 445 ... 587
На этой странице вы можете бесплатно читать книгу Канонические правила Православной Церкви с толкованиями - Мамбурин бесплатно.
Похожие на Канонические правила Православной Церкви с толкованиями - Мамбурин книги

Оставить комментарий