Рейтинговые книги
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 30 31 32 33 34 35 36 37 38 ... 182
τῷ βουβῶνι, ἡ τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν κινήσεως ἀλλοίωσις καὶ ἡ τῆς κατὰ φύσιν θερµασίας πλεονεξία. ἀλλ’ ἡ µὲν τῆς κινήσεως ἀλλοίωσις οὐ µόνον οὐδὲν βλάψει τὴν ἐνέργειαν τῆς γαστρός, ἀλλὰ καὶ προσωφελήσει κατ’ ἐκεῖνα τῶν ζῴων, ἐν οἷς εἰς τὴν πέψιν ὑπέθετο πλεῖστον δύνασθαι τὸ διὰ τῶν ἀρτηριῶν εἰς τὴν κοιλίαν ἐµπῖπτον πνεῦµα. διὰ λοιπὴν οὖν ἔτι καὶ µόνην τὴν ἄµετρον θερµασίαν ἡ βλάβη τῆς ἐνεργείας τῇ γαστρί. τὸ µὲν γὰρ πνεῦµα σφοδρότερόν τε καὶ συνεχέστερον καὶ πλέον ἐµπίπτει νῦν ἢ πρότερον. ὥστε ταύτῃ µὲν µᾶλλον πέψει τὰ διὰ τὸ πνεῦµα καλῶς πέττοντα ζῷα, διὰ λοιπὴν δ’ ἔτι τὴν παρὰ φύσιν θερµασίαν ἀπεπτήσει. τὸ γὰρ καὶ τῷ πνεύµατι φάναι τιν’ ὑπάρχειν ἰδιότητα, καθ’ ἣν πέττει, κἄπειτα ταύτην πυρεττόντων διαφθείρεσθαι καθ’ ἕτερον τρόπον ἐστὶν ὁµολογῆσαι τὸ ἄτοπον. ἐρωτηθέντες γὰρ αὖθις, ὑπὸ τίνος ἠλλοιώθη τὸ πνεῦµα, µόνην ἕξουσιν ἀποκρίνεσθαι τὴν παρὰ φύσιν θερµασίαν καὶ µάλιστ’ ἐπὶ τοῦ κατὰ τὴν κοιλίαν· οὐδὲ γὰρ πλησιάζει κατ’ οὐδὲν τοῦτο τῷ βουβῶνι. καίτοι τί τῶν ζῴων ἐκείνων, ἐν οἷς ἡ τοῦ πνεύµατος ἰδιότης µέγα δύναται, µνηµονεύω, παρὸν ἐπ’ ἀνθρώποις, ἐν οἷς ἢ οὐδὲν ἢ παντάπασιν ἀµυδρόν τι καὶ µικρὸν ὠφελεῖ, ποιεῖσθαι τὸν λόγον; ἀλλ’ ὅτι µὲν ἐν τοῖς πυρετοῖς οὗτοι κακῶς πέττουσιν, ὁµολογεῖ καὶ αὐτὸς καὶ τήν γ’ αἰτίαν προστιθεὶς βεβλάφθαι φησὶ τῆς γαστρὸς τὴν ἐνέργειαν. οὐ µὴν ἄλλην γέ τινα πρόφασιν τῆς βλάβης εἰπεῖν ἔχει πλὴν τῆς παρὰ φύσιν θερµασίας. ἀλλ’ εἰ βλάπτει τὴν ἐνέργειαν ἡ παρὰ φύσιν θερµασία µὴ κατά τι συµβεβηκός, ἀλλὰ διὰ τὴν αὑτῆς οὐσίαν τε καὶ δύναµιν, ἐκ τῶν πρώτων ἂν εἴη νοσηµάτων· καὶ µὴν οὐκ ἐνδέχεται τῶν πρώτων µὲν εἶναι νοσηµάτων τὴν ἀµετρίαν τῆς θερµασίας, τὴν δ’ ἐνέργειαν ὑπὸ τῆς εὐκρασίας µὴ γίγνεσθαι. οὐδὲ γὰρ δι’ ἄλλο τι δυνατὸν γίγνεσθαι τὴν δυσκρασίαν αἰτίαν τῶν πρώτων νοσηµάτων ἀλλ’ ἢ διὰ τὴν εὐκρασίαν διαφθειροµένην. τῷ γὰρ ὑπὸ ταύτης γίγνεσθαι τὰς ἐνεργείας ἀνάγκη καὶ τὰς πρώτας αὐτῶν βλάβας διαφθειροµένης γίγνεσθαι. ὅτι µὲν οὖν καὶ κατ’ αὐτὸν τὸν ᾿Ερασίστρατον ἡ εὐκρασία τοῦ θερµοῦ τῶν ἐνεργειῶν αἰτία, τοῖς θεωρεῖν τὸ ἀκόλουθον δυναµένοις ἱκανῶς ἀποδεδεῖχθαι νοµίζω. τούτου δ’ ὑπάρχοντος ἡµῖν οὐδὲν ἔτι χαλεπὸν ἐφ’ ἑκάστης ἐνεργείας τῇ µὲν εὐκρασίᾳ τὸ βέλτιον ἕπεσθαι λέγειν, τῇ δὲ δυσκρασίᾳ τὰ χείρω. καὶ τοίνυν εἴπερ ταῦθ’ οὕτως ἔχει, τὸ µὲν αἷµα τῆς συµµέτρου θερµασίας, τὴν δὲ ξανθὴν χολὴν τῆς ἀµέτρου νοµιστέον ὑπάρχειν ἔγγονον. οὕτω γὰρ καὶ ἡµῖν ἔν τε ταῖς θερ-µαῖς ἡλικίαις καὶ τοῖς θερµοῖς χωρίοις καὶ ταῖς ὥραις τοῦ ἔτους ταῖς θερµαῖς καὶ ταῖς θερµαῖς καταστάσεσιν, ὡσαύτως δὲ καὶ ταῖς θερµαῖς κράσεσι τῶν ἀνθρώπων καὶ τοῖς ἐπιτηδεύµασί τε καὶ τοῖς διαιτήµασι καὶ τοῖς νοσήµασι τοῖς θερµοῖς εὐλόγως ἡ ξανθὴ χολὴ πλείστη φαίνεται γιγνοµένη. τὸ δ’ ἀπορεῖν, εἴτ’ ἐν τοῖς σώµασι τῶν ἀνθρώπων ὁ χυµὸς οὗτος ἔχει τὴν γένεσιν εἴτ’ ἐν τοῖς σιτίοις περιέχεται, µηδ’ ὅτι τοῖς ὑγιαίνουσιν ἀµέµπτως, ὅταν ἀσιτήσωσι παρὰ τὸ ἔθος ὑπό τινος περιστάσεως πραγµάτων ἀναγκασθέντες, [ἐφ’ ὧν] πικρὸν µὲν τὸ στόµα γίγνεται, χολώδη δὲ τὰ οὖρα, δάκνεται δ’ ἡ γαστήρ, ἑωρακότος ἐστὶν ἀλλ’ ὥσπερ ἐξαίφνης νῦν εἰς τὸν κόσµον ἐληλυθότος καὶ µήπω τὰ κατ’ αὐτὸν φαινόµενα γιγνώσκοντος. ἐπεὶ τίς οὐκ οἶδεν, ὡς ἕκαστον τῶν ἑψοµένων ἐπὶ πλέον ἁλυκώτερον µὲν τὸ πρῶτον, ὕστερον δὲ πικρότερον γίγνεται; κἂν εἰ τὸ µέλι βουληθείης αὐτὸ τὸ πάντων γλυκύτατον ἐπὶ πλεῖστον ἕψειν, ἀποδείξεις καὶ τοῦτο πικρότατον· ὃ γὰρ τοῖς ἄλλοις, ὅσα µὴ φύσει θερµά, παρὰ τῆς ἑψήσεως ἐγγίγνεται, τοῦτ’ ἐκ φύσεως ὑπάρχει τῷ µέλιτι. διὰ τοῦτ’ οὖν ἑψόµενον οὐ γίγνεται γλυκύτερον· ὅσον γὰρ ἐχρῆν εἶναι θερµότητος εἰς γένεσιν γλυκύτητος, ἀκριβῶς αὐτῷ τοῦτο πᾶν οἴκοθεν ὑπάρχει. ὃ τοίνυν ἔξωθεν τοῖς ἐλλιπῶς θερµοῖς ἦν ὠφέλιµον, τοῦτ’ ἐκείνῳ βλάβη τε καὶ ἀµετρία γίγνεται καὶ διὰ τοῦτο θᾶττον τῶν ἄλλων ἑψόµενον ἀποδείκνυται πικρόν. δι’ αὐτὸ δὲ τοῦτο καὶ τοῖς θερµοῖς φύσει καὶ τοῖς ἀκµάζουσιν εἰς χολὴν ἑτοίµως µεταβάλλεται. θερµῷ γὰρ θερµὸν πλησιάζον εἰς ἀµετρίαν κράσεως ἑτοίµως ἐξίσταται καὶ φθάνει χολὴ γιγνόµενον, οὐχ αἷµα. δεῖται τοίνυν ψυχρᾶς µὲν κράσεως ἀνθρώπου, ψυχρᾶς δ’ ἡλικίας, ἵν’ εἰς αἵµατος ἄγηται φύσιν. οὔκουν ἄπο τρόπου συνεβούλευσεν ῾Ιπποκράτης τοῖς φύσει πικροχόλοις µὴ προσφέρειν τὸ µέλι, ὡς ἂν θερµοτέρας δηλονότι κράσεως ὑπάρχουσιν. οὕτω δὲ καὶ τοῖς νοσήµασι τοῖς πικροχόλοις πολέµιον εἶναι τὸ µέλι καὶ τῇ τῶν γερόντων ἡλικίᾳ φίλιον οὐχ ῾Ιπποκράτης µόνον ἀλλὰ καὶ πάντες ἰατροὶ λέγουσιν, οἱ µὲν ἐκ τῆς φύσεως αὐτοῦ τὴν δύναµιν ἐνδειξαµένης εὑρόντες, οἱ δ’ ἐκ τῆς πείρας µόνης. οὐδὲ γὰρ οὐδὲ τοῖς ἀπὸ τῆς ἐµπειρίας ἰατροῖς ἕτερόν τι παρὰ ταῦτα τετήρηται γιγνόµενον, ἀλλὰ χρηστὸν µὲν γέροντι, νέῳ δ’ οὐ χρηστόν, καὶ τῷ µὲν φύσει πικροχόλῳ βλαβερόν, ὠφέλιµον δὲ τῷ φλεγµατώδει· καὶ τῶν νοσηµάτων ὡσαύτως τοῖς µὲν πικροχόλοις ἐχθρόν, τοῖς δὲ φλεγµατώδεσι φίλιον· ἑνὶ δὲ λόγῳ τοῖς µὲν θερµοῖς σώµασιν ἢ διὰ φύσιν ἢ διὰ νόσον ἢ δι’ ἡλικίαν ἢ δι’ ὥραν ἢ διὰ χώραν ἢ δι’ ἐπιτήδευµα χολῆς γεννητικόν, αἵµατος δὲ τοῖς ἐναντίοις. καὶ µὴν οὐκ ἐνδέχεται ταὐτὸν ἔδεσµα τοῖς µὲν χολὴν γεννᾶν, τοῖς δ’ αἷµα µὴ οὐκ ἐν τῷ σώµατι τῆς γενέσεως αὐτῶν ἐπιτελουµένης. εἰ γὰρ δὴ οἴκοθέν γε καὶ παρ’ ἑαυτοῦ τῶν ἐδεσµάτων ἕκαστον ἔχον καὶ οὐκ ἐν τοῖς τῶν ζῴων σώµασι µεταβαλλόµενον ἐγέννα τὴν χολήν, ἐν ἅπασιν ἂν ὁµοίως αὐτὴν τοῖς σώµασιν ἐγέννα καὶ τὸ µὲν πικρὸν ἔξω γευοµένοις ἦν ἂν οἶµαι χολῆς ποιητικόν, εἰ δέ τι γλυκὺ καὶ χρηστόν, οὐκ ἂν οὐδὲ τὸ βραχύτατον ἐξ αὐτοῦ χολῆς ἐγεννᾶτο. καὶ µὴν οὐ τὸ µέλι µόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον τῶν γλυκέων τοῖς προειρηµένοις σώµασι τοῖς δι’ ὁτιοῦν τῶν εἰρηµένων θερµοῖς οὖσιν εἰς χολὴν ἑτοίµως ἐξίσταται. καίτοι ταῦτ’ οὐκ οἶδ’ ὅπως ἐξηνέχθην εἰπεῖν οὐ προελόµενος ἀλλ’ ὑπ’ αὐτῆς τοῦ λόγου τῆς ἀκολουθίας ἀναγκασθείς. εἴρηται δ’ ἐπὶ πλεῖστον ὑπὲρ αὐτῶν ᾿Αριστοτέλει τε καὶ Πραξαγόρᾳ τὴν ῾Ιπποκράτους καὶ Πλάτωνος γνώµην ὀρθῶς ἐξηγησαµένοις.

9. Μὴ τοίνυν ὡς ἀποδείξεις ὑφ’ ἡµῶν εἰρῆσθαι νοµίζειν τὰ τοιαῦτα µᾶλλον ἢ περὶ τῆς τῶν ἄλλως γιγνωσκόντων ἀναισθησίας ἐνδείξεις, οἳ µηδὲ τὰ πρὸς ἁπάντων ὁµολογούµενα καὶ καθ’ ἑκάστην ἡµέραν φαινόµενα γιγνώσκουσιν· τὰς δ’ ἀποδείξεις αὐτῶν τὰς κατ’ ἐπιστήµην ἐξ ἐκείνων χρὴ λαµβάνειν τῶν ἀρχῶν, ὧν ἤδη καὶ πρόσθεν εἴποµεν, ὡς τὸ δρᾶν καὶ πάσχειν εἰς ἄλληλα τοῖς σώµασιν ὑπάρχει κατὰ τὸ θερµὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν. καὶ εἴτε φλέβας εἴθ’ ἧπαρ εἴτ’ ἀρτηρίας εἴτε καρδίαν εἴτε κοιλίαν εἴτ’ ἄλλο τι µόριον ἐνεργεῖν τις φήσειεν ἡντινοῦν

1 ... 30 31 32 33 34 35 36 37 38 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.
Похожие на Сочинения. Том 5 - Гален Клавдий книги

Оставить комментарий