Шрифт:
Интервал:
Закладка:
3. Λῆρος οὖν µακρὸς ἅπασα πόρων ὑπόθεσις εἰς φυσικὴν ἐνέργειαν. εἰ µὴ γὰρ δύναµίς τις σύµφυτος ἑκάστῳ τῶν ὀργάνων ὑπὸ τῆς φύσεως εὐθὺς ἐξ ἀρχῆς δοθείη, διαρκεῖν οὐ δυνήσεται τὰ ζῷα, µὴ ὅτι τοσοῦτον ἀριθµὸν ἐτῶν ἀλλ’ οὐδ’ ἡµερῶν ὀλιγίστων· ἀνεπιτρόπευτα γὰρ ἐάσαντες αὐτὰ καὶ τέχνης καὶ προνοίας ἔρηµα µόναις ταῖς τῶν ὑλῶν οἰακιζόµενα ῥοπαῖς, οὐδαµοῦ δυνάµεως οὐδεµιᾶς τῆς µὲν ἑλκούσης τὸ προσῆκον ἑαυτῇ, τῆς δ’ ἀπωθούσης τὸ ἀλλότριον, τῆς δ’ ἀλλοιούσης τε καὶ προσφυούσης τὸ θρέψον, οὐκ οἶδ’ ὅπως οὐκ ἂν εἴηµεν καταγέλαστοι περί τε τῶν φυσικῶν ἐνεργειῶν διαλεγόµενοι καὶ πολὺ µᾶλλον ἔτι περὶ τῶν ψυχικῶν καὶ συµπάσης γε τῆς ζωῆς. οὐδὲ γὰρ ζῆν οὐδὲ διαµένειν οὐδενὶ τῶν ζῴων οὐδ’ εἰς ἐλάχιστον χρόνον ἔσται δυνατόν, εἰ τοσαῦτα κεκτηµένον ἐν ἑαυτῷ µόρια καὶ οὕτω διαφέροντα µήθ’ ἑλκτικῇ τῶν οἰκείων χρήσεται δυνάµει µήτ’ ἀποκριτικῇ τῶν ἀλλοτρίων µήτ’ ἀλλοιωτικῇ τῶν θρεψόντων. καὶ µὴν εἰ ταύτας ἔχοιµεν, οὐδὲν ἔτι πόρων µικρῶν ἢ µεγάλων ἐξ ὑποθέσεως ἀναποδείκτου λαµβανοµένων εἰς οὔρου καὶ χολῆς διάκρισιν δεόµεθα καί τινος ἐπικαίρου θέσεως, ἐν ᾧ µόνῳ σωφρονεῖν ἔοικεν ὁ ᾿Ερασίστρατος ἅπαντα καλῶς τεθῆναί τε καὶ διαπλασθῆναι τὰ µόρια τοῦ σώµατος ὑπὸ τῆς φύσεως οἰόµενος. ἀλλ’ εἰ παρακολουθήσειεν ἑαυτῷ φύσιν ὀνοµάζοντι τεχνικήν, εὐθὺς µὲν ἐξ ἀρχῆς ἅπαντα καλῶς διαπλάσασάν τε καὶ διαθεῖσαν τοῦ ζῴου τὰ µόρια, µετὰ δὲ τὴν τοιαύτην ἐνέργειαν, ὡς οὐδὲν ἔλειπεν, ἔτι προαγαγοῦσαν εἰς φῶς αὐτὸ σύν τισι δυνάµεσιν, ὧν ἄνευ ζῆν οὐκ ἠδύνατο, καὶ µετὰ ταῦτα κατὰ βραχὺ προσαυξήσασαν ἄχρι τοῦ πρέποντος µεγέθους, οὐκ οἶδα πῶς ὑποµένει πόρων σµικρότησιν ἢ µεγέθεσιν ἤ τισιν ἄλλαις οὕτω ληρώδεσιν ὑποθέσεσι φυσικὰς ἐνεργείας ἐπιτρέπειν. ἡ γὰρ διαπλάττουσα τὰ µόρια φύσις ἐκείνη καὶ κατὰ βραχὺ προσαύξουσα πάντως δήπου δι’ ὅλων αὐτῶν ἐκτέταται· καὶ γὰρ ὅλα δι’ ὅλων οὐκ ἔξωθεν µόνον αὐτὰ διαπλάττει τε καὶ τρέφει καὶ προσαύξει. Πραξιτέλης µὲν γὰρ ἢ Φειδίας ἤ τις ἄλλος ἀγαλµατοποιὸς ἔξωθεν µόνον ἐκόσµουν τὰς ὕλας, καθὰ καὶ ψαύειν αὐτῶν ἠδύναντο, τὸ βάθος δ’ ἀκόσµητον καὶ ἀργὸν καὶ ἄτεχνον καὶ ἀπρονόητον ἀπέλιπον, ὡς ἂν µὴ δυνάµενοι κατελθεῖν εἰς αὐτὸ καὶ καταδῦναι καὶ θιγεῖν ἁπάντων τῆς ὕλης τῶν µερῶν. ἡ φύσις δ’ οὐχ οὕτως, ἀλλὰ τὸ µὲν ὀστοῦ µέρος ἅπαν ὀστοῦν ἀποτελεῖ, τὸ δὲ σαρκὸς σάρκα, τὸ δὲ πιµελῆς πιµελὴν καὶ τῶν ἄλλων ἕκαστον· οὐδὲν γάρ ἐστιν ἄψαυστον αὐτῇ µέρος οὐδ’ ἀνεξέργαστον οὐδ’ ἀκόσµητον. ἀλλὰ τὸν µὲν κηρὸν ὁ Φειδίας οὐκ ἠδύνατο ποιεῖν ἐλέφαντα καὶ χρυσόν, ἀλλ’ οὐδὲ τὸν χρυσὸν κηρόν· ἕκαστον γὰρ αὐτῶν µένον, οἷον ἦν ἐξ ἀρχῆς, ἔξωθεν µόνον ἠµφιεσµένον εἶδός τι καὶ σχῆµα τεχνικόν, ἄγαλµα τέλειον γέγονεν. ἡ φύσις δ’ οὐδεµιᾶς ἔτι φυλάττει τῶν ὑλῶν τὴν ἀρχαίαν ἰδέαν· αἷµα γὰρ ἂν ἦν οὕτως ἅπαντα τοῦ ζῴου τὰ µόρια, τὸ παρὰ τῆς κυούσης ἐπιρρέον τῷ σπέρµατι, δίκην κηροῦ τινος ὕλη µία καὶ µονοειδὴς ὑποβεβληµένη τῷ τεχνίτῃ. γίγνεται δ’ ἐξ αὐτῆς οὐδὲν τῶν τοῦ ζῴου µορίων οὔτ’ ἐρυθρὸν οὕτως οὔθ’ ὑγρόν. ὀστοῦν γὰρ καὶ ἀρτηρία καὶ φλὲψ καὶ νεῦρον καὶ χόνδρος καὶ πιµελὴ καὶ ἀδὴν καὶ ὑµὴν καὶ µυελὸς ἄναιµα µέν, ἐξ αἵµατος δὲ γέγονε. τίνος [δ’] ἀλλοιώσαντος [αὐτὸ] καὶ τίνος πήξαντος καὶ τίνος διαπλάσαντος ἐδεόµην ἄν µοι τὸν ᾿Ερασίστρατον αὐτὸν ἀποκρίνασθαι. πάντως γὰρ ἂν εἶπεν ἤτοι τὴν φύσιν ἢ τὸ σπέρµα, ταὐτὸν µὲν λέγων καθ’ ἑκάτερον, διαφόροις δ’ ἐπινοίαις ἑρµηνεύων· ὃ γὰρ ἦν πρότερον σπέρµα, τοῦθ’, ὅταν ἄρξηται φύειν τε καὶ διαπλάττειν τὸ ζῷον, φύσις τις γίγνεται. καθάπερ γὰρ ὁ Φειδίας εἶχε µὲν τὰς δυνάµεις τῆς τέχνης καὶ πρὶν ψαύειν τῆς ὕλης, ἐνήργει δ’ αὐταῖς περὶ τὴν ὕλην—ἅπασα γὰρ δύναµις ἀργεῖ ἀποροῦσα τῆς οἰκείας ὕλης—, οὕτω καὶ τὸ σπέρµα τὰς µὲν δυνάµεις οἴκοθεν ἐκέκτητο, τὰς δ’ ἐνεργείας οὐκ ἐκ τῆς ὕλης ἔλαβεν, ἀλλὰ περὶ τὴν ὕλην ἐπεδείξατο. καὶ µὴν εἰ πολλῷ µὲν ἐπικλύζοιτο τῷ αἵµατι τὸ σπέρµα, διαφθείροιτ’ ἄν· εἰ δ’ ὅλως ἀποροίη παντάπασιν ἀργοῦν, οὐκ ἂν γένοιτο φύσις. ἵν’ οὖν µήτε φθείρηται καὶ γίγνηται φύσις ἀντὶ σπέρµατος, ὀλίγον ἐπιρρεῖν ἀναγκαῖον αὐτῷ τοῦ αἵµατος, µᾶλλον δ’ οὐκ ὀλίγον λέγειν χρή, ἀλλὰ σύµµετρον τῷ πλήθει τοῦ σπέρµατος. τίς οὖν ὁ µετρῶν αὐτοῦ τὸ ποσὸν τῆς ἐπιρροῆς; τίς ὁ κωλύων ἰέναι πλέον; τίς ὁ προτρέπων, ἵν’ ἐνδεέστερον µὴ ἴῃ; τίνα ζητήσοµεν ἐνταῦθα τρίτον ἐπιστάτην τοῦ ζῴου τῆς γενέσεως, ὃς χορηγήσει τῷ σπέρµατι τὸ σύµµετρον αἷµα; τί ἂν εἶπεν ᾿Ερασίστρατος, εἰ ζῶν ταῦτ’ ἠρωτήθη; τὸ σπέρµα αὐτὸ δηλονότι· τοῦτο γάρ ἐστιν ὁ τεχνίτης ὁ ἀναλογῶν τῷ Φειδίᾳ, τὸ δ’ αἷµα τῷ κηρῷ προσέοικεν. οὔκουν πρέπει τὸν κηρὸν αὐτὸν ἑαυτῷ τὸ µέτρον ἐξευρίσκειν, ἀλλὰ τὸν Φειδίαν. ἕλξει δὴ τοσοῦτον αἵµατος ὁ τεχνίτης εἰς ἑαυτόν, ὁπόσου δεῖται. ἀλλ’ ἐνταῦθα χρὴ προσέχειν ἤδη τὸν νοῦν καὶ σκοπεῖν, µή πως λάθωµεν τῷ σπέρµατι λογισµόν τινα καὶ νοῦν χαρισάµενοι· οὕτω γὰρ ἂν οὔτε σπέρµα ποιήσαιµεν οὔτε φύσιν ἀλλ’ ἤδη ζῷον αὐτό. καὶ µὴν εἰ φυλάξοµεν ἀµφότερα, τήν θ’ ὁλκὴν τοῦ συµµέτρου καὶ τὸ χωρὶς λογισµοῦ, δύναµίν τινα, καθάπερ ἡ λίθος ἑλκτικὴν εἶχε τοῦ σιδήρου, καὶ τῷ σπέρµατι φήσοµεν ὑπάρχειν αἵµατος ἐπισπαστικήν. ἠναγκάσθηµεν οὖν πάλιν κἀνταῦθα, καθάπερ ἤδη πολλάκις ἔµπροσθεν, ἑλκτικήν τινα δύναµιν ὁµολογῆσαι κατὰ τὸ σπέρµα. τί δ’ ἦν τὸ σπέρµα; ἡ ἀρχὴ τοῦ ζῴου δηλονότι ἡ δραστική· ἡ γὰρ ὑλικὴ τὸ καταµήνιόν ἐστιν. εἶτ’ αὐτῆς τῆς ἀρχῆς πρώτῃ ταύτῃ τῇ δυνάµει χρωµένης, ἵνα γένηται τῶν ὑπ’ αὐτῆς τι δεδηµιουργηµένων, ἄµοιρον εἶναι τῆς οἰκείας δυνάµεως οὐκ ἐνδέχεται. πῶς οὖν ᾿Ερασίστρατος αὐτὴν οὐκ οἶδεν, εἰ δὴ πρώτη µὲν αὕτη τοῦ σπέρµατος ἐνέργεια τὸ σύµµετρον αἵµατος ἐπισπᾶσθαι πρὸς ἑαυτό; σύµµετρον δ’ ἂν εἴη τὸ λεπτὸν οὕτω καὶ ἀτµῶδες, ὥστ’ εὐθὺς εἰς πᾶν µόριον ἑλκόµενον τοῦ σπέρµατος δροσοειδῶς µηδαµοῦ τὴν ἑαυτοῦ παρεµφαίνειν ἰδέαν. οὕτω γὰρ αὐτοῦ καὶ κρατήσει ῥᾳδίως τὸ σπέρµα καὶ ταχέως ἐξοµοιώσει καὶ τροφὴν ἑαυτῷ ποιήσεται κἄπειτ’ οἶµαι δεύτερον ἐπισπάσεται καὶ τρίτον, ὡς ὄγκον ἑαυτῷ καὶ πλῆθος ἀξιόλογον ἐργάσασθαι τραφέντι. καὶ µὴν ἤδη καὶ ἡ ἀλλοιωτικὴ δύναµις ἐξεύρηται µηδ’ αὐτὴ πρὸς ᾿Ερασιστράτου γεγραµµένη. τρίτη δ’ ἂν ἡ διαπλαστικὴ φανείη, καθ’ ἣν πρῶτον µὲν οἷον ἐπίπαγόν τινα λεπτὸν ὑµένα περιτίθησιν
- Лечебное питание при дистрофии - Василий Гладенин - Медицина
- Здоровое сердце - Александра Васильева - Медицина
- Здоровое сердце. Формула активности и долголетия - Александра Васильева - Медицина
- Где прячется бытие и возможна ли термодинамика процесса бытия? - Иван Андреянович Филатов - Менеджмент и кадры / Науки: разное
- Вин Чунь. Массажная пластика лица и тела - Михаил Алексеевич Давыдов - Медицина
- Записки философствующего врача. Книга третья. МОР? Философия коронакризиса и микроэлементы - Скальный Анатолий - Медицина
- Об особенностях животных - Клавдий Элиан - Античная литература / Природа и животные
- Статьи о питании и здоровье фонда Вестона Прайса - Вестон Прайс - Медицина
- Лечебные точки организма: снимаем боли в сердце и в области живота - Владимир Васичкин - Медицина
- Советы гинеколога для женского здоровья - Елена Савельева - Медицина