Шрифт:
Интервал:
Закладка:
2. Περὶ µὲν οὖν τούτων ἤδη λέλεκται, περὶ δὲ τῶν εἰδικῶν συµπτωµάτων ἐν τῷδε γράµµατι πρόκειται διελθεῖν. ἔστι δὲ καὶ τούτων τριττὴ διαφορά· τὰ µὲν γὰρ διαθέσεις εἰσὶν αὐτοῦ τοῦ σώµατος ἡµῶν· τὰ δὲ ἐνεργειῶν βλάβαι· τὰ δὲ ἀµφοτέραις ἑπόµενα, κατά τε τὴν ἀµετρίαν τῶν ἐκκρινοµένων καὶ ἐπεχοµένων καὶ τοὺς ἐν αὐτῷ τῷ ζώῳ συνισταµένους ψόφους, καὶ προσέτι τὰς ἄλλας ἁπάσας αἰσθητὰς διαφοράς. βλάβη δ’ ἀκουέσθω νῦν καὶ ἡ στέρησις. οὐ γὰρ ἡ δυσκινησία µόνον, οὐδὲ ἡ δυσαισθησία, βλάβαι τινὲς τῶν ἐνεργειῶν εἰσιν, ἀλλὰ καὶ ἡ ἀκινησία τε καὶ ἡ ἀναισθησία· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ἡ δυσπεψία µόνον, ἀλλὰ καὶ ἡ ἀπεψία. ταυτὶ µὲν οὖν τὰ γένη τῶν συµπτωµάτων, ἐν οἷς χρὴ σκοπεῖσθαι τὰς κατὰ µέρος διαφοράς· ἑξῆς δ’ ἂν εἴη προσῆκον ἕκαστον διελθεῖν τῷ λόγῳ, πρότερόν γε ἀναµνήσαντας, ὃ κᾀν τῷ περὶ τῆς τῶν νοσηµάτων διαφορᾶς εἴποµεν, ὡς ὅσοι τὴν ὑγείαν οὐ διάθεσιν σώµατος, ἀφ’ ἧς ἐνεργοῦµεν, ἀλλ’ αὐτὰς ἐνόµισαν εἶναι τὰς ἐνεργείας, ἣν ἡµεῖς νῦν ὑπὲρ τῆς τῶν ἐνεργειῶν βλάβης διδασκαλίαν ἐν τοῖς συµπτώµασι διέξιµεν, αὐτοὶ τῶν νοσηµάτων ποιήσονται, καὶ διενεχθήσονται δηλονότι περὶ τῶν ὀνοµάτων ἡµῖν µόνον, εἰ µηδὲν ἐν αὐτοῖς σφάλλοιντο τοῖς πράγµασιν. ἔστι δὲ, ὡς πολλάκις εἴρηται, τῶν τοιούτων ἁπασῶν διδασκαλιῶν τὰ σφάλµατα παραλειποµένης τινὸς διαφορᾶς. ἐὰν οὖν ἁπάσας αὐτὰς διεξιόντες µὴ συµπτωµάτων, ἀλλὰ νοσηµάτων εἶναι φάσκωσιν, ἐν ὀνόµατι µόνῳ καὶ οὐκ ἐν πράγµατι διαφωνήσουσιν ἡµῖν. λεκτέον οὖν ἤδη τὰς διαφορὰς ἐπ’ ἀρχὴν ἀναγαγόντας τὸν λόγον, ἐπειδὴ τὸ σύµπτωµα προσαγορεύεται γενικῶς µὲν ἅπαν ὅ τι περ ἂν συµβεβήκῃ τῷ ζώῳ παρὰ φύσιν, ὡς καὶ τὰ νοσήµατα, καὶ τὰς αἰτίας αὐτῶν τὰς ἐν τῷ σώµατι συνισταµένας· οὐ γὰρ δὴ τάς γε προκαταρκτικὰς εἶναι συµπτώµατα. καθ’ ἑτέραν δέ τινα καὶ οἷον ἰδικωτέραν ἔννοιαν, ἀφαιρεθέντων τῶν τε νοσηµάτων καὶ τῶν αἰτίων, τὰ λοιπὰ πάντα τὰ παρὰ φύσιν ὀνοµάζεται συµπτώµατα. καὶ νῦν ἡµῖν ὑπὲρ τούτων πρόκειται λέγειν.
3. ᾿Αναµνησθέντας οὖν πρῶτον χρὴ τὸ τριττὸν τῆς φύσεως αὐτῶν οὕτω τέµνειν ἐφεξῆς ἅπαντα, τὴν ἀρχὴν ἀπὸ τῆς βλάβης τῶν ἐνεργειῶν ποιησαµένους. τµητέον δὴ ταύτην εἰς δύο τὰ πρῶτα γένη, διότι καὶ τῶν ἐνεργειῶν αὐτῶν δύο εἰσὶν αἱ πρῶται διαφοραί. αἱ µὲν γὰρ ψυχῆς, αἱ δὲ φύσεώς εἰσι. καὶ καλοῦνται διὰ τοῦτο ψυχικαὶ µὲν αἱ πρότεραι, φυσικαὶ δὲ αἱ δεύτεραι. αὖθις οὖν τὰς ψυχικὰς προτέρας τέµνοντες εἴς τε τὰς αἰσθητικὰς καὶ τὰς κινητικὰς καὶ τρίτας τὰς ἡγεµονικὰς, (οὐδὲν γὰρ χεῖρον οὕτως αὐτὰς ὀνοµάσαι διδασκαλίας σαφοῦς ἕνεκα) καὶ πάλιν ἑκάστην τῶν εἰρηµένων διαιροῦµεν εἰς τὰς ἐν αὐτῇ διαφοράς. ἡ µὲν οὖν αἰσθητικὴ τῆς ψυχῆς ἐνέργεια πέντε τὰς πάσας ἔχει διαφορὰς, ὁρατὰς, καὶ ὀσφρητὰς, καὶ γευστὰς, καὶ ἀκουστὰς, καὶ ἁπτάς· ἡ δὲ κινητικὴ τὸ µὲν προσεχὲς ὄργανον ἓν ἔχει καὶ τὸν τρόπον αὐτοῦ τῆς κινήσεως ἕνα, (δέδεικται γὰρ οὕτως ἐν τοῖς περὶ µυῶν κινήσεως) ποικίλλεται δὲ ἐν τοῖς κατὰ µέρος ὀργάνοις, ὡς φαίνεσθαι πολυειδής. ἡ λοιπὴ δὲ ἐνέργεια τῆς ψυχῆς ἡ κατ’ αὐτὸ τὸ ἡγεµονικὸν εἴς τε τὸ φανταστικὸν καὶ διανοητικὸν καὶ µνηµονευτικὸν διαιρεῖται. καὶ τοίνυν αἱ βλάβαι τῶν αἰσθητικῶν ἐνεργειῶν
- Сочинения. Том 5 - Гален Клавдий - Античная литература / Медицина / Науки: разное
- Сочинения. Том 4 - Гален Клавдий - Античная литература / Медицина / Науки: разное
- Об особенностях животных - Клавдий Элиан - Античная литература / Природа и животные
- История кесарей. Тайны Древнего Рима - Дион Кассий - Античная литература / Биографии и Мемуары / История
- Забытый мыслитель. (Жизнь и сочинения Юлия Банзена.) - Александр Алексеевич Гизетти - Биографии и Мемуары / Науки: разное
- Сочинения - Квинт Флакк - Античная литература
- Эпитома сочинения Помпея Трога «История Филиппа» - Марк Юстин - Античная литература
- Аттические ночи. Книги I - X - Авл Геллий - Античная литература
- Аттические ночи. Книги XI - XX - Авл Геллий - Античная литература
- Автор и герой в эстетическом событии - Михаил Михайлович Бахтин - Науки: разное