Шрифт:
Интервал:
Закладка:
9. ᾿Επειδὴ δὲ καὶ περὶ τούτων ἱκανῶς εἴρηται, µεταβαίνειν καιρὸς ἐπὶ τὸν περὶ τῶν ἀποστηµάτων λόγον. ὀνοµάζουσι δ’ οὕτω τὰς διαθέσεις ἐκείνας, ἐν αἷς ἀλλήλων ἀφίσταται τὰ πρότερον ἀλλήλων ψαύοντα σώµατα. χώραν οὖν ἀναγκαῖον ἐν τῷ µεταξὺ γενέσθαι κενὴν, ἥτις ἤτοι πνευµατώδη τινὰ οὐσίαν ὑγρὰν ἢ ἐξ ἀµφοῖν σύνθετον περιέξει. µεθίστανται δ’ εἰς τοῦτο καὶ τῶν φλεγµονῶν ἔνιαι, καὶ τῶν ἐρυσιπελατωδῶν δὲ καὶ φλεγµονωδῶν οὐκ ὀλίγαι. συνίσταται δὲ καὶ χωρὶς τούτων ἡ τῶν ἀποστηµάτων διάθεσις ἐκ περιουσίας µέν τινων ὑγρῶν ἢ πνευµάτων ἀτµωδῶν, ἤτοι δ’ ἐν αὐτοῖς τοῖς πάσχουσι σώµασιν ἐν µέσῳ γεννωµένων ἢ ἐξ ἑτέρων ἐπιῤῥεόντων, λόγῳ τῶν καλουµένων ἀποσκηµµάτων. ὀνοµάζουσι δ’ οὕτω τὰς διαθέσεις ἐκείνας, ὅταν χυµοί τινες ἐνοχλοῦντες πρότερον ἑτέρῳ µορίῳ καταλιπόντες ἐκεῖνο εἰς ἕτερον µεταστῶσιν. ὅτῳ δ’ ἂν τρόπῳ γένηται διάθεσις ἀποστήµατος, ἡ µεταξὺ χώρα τῶν ἀφισταµένων σωµάτων πληροῦται τῶν ἐργαζοµένων αὐτὴν ὑγρῶν. ἅπερ ἐνίοτε χρονίζοντα πολυειδῶς ἀλλοιώσεις ἴσχει. καὶ γὰρ λίθοις καὶ ψάµµοις καὶ ὀστράκοις τε καὶ ξύλοις, ἄνθραξί τε καὶ πηλῷ καὶ γλοιῷ καὶ ἀµοργῇ καὶ τρυγὶ καὶ πολλοῖς ἄλλοις τοιούτοις εὕρηται πολλάκις, ἐν ἀποστήµασιν ὅµοια περιεχόµενα σώµατα. τῶν µὲν οὖν ἐπιπολῆς ὑπὸ τῷ δέρµατι συνισταµένων ἥ τε διάγνωσις ῥᾴστη καὶ ἡ ἴασις οὐ χαλεπή. διαγιγνώσκεται µὲν γὰρ ἑτοίµως τῇ τῆς ἁφῆς ἰδιότητι. θεραπεύεται δὲ διὰ τῶν ἔξωθεν ἐπιτιθεµένων φαρµάκων, διὸ οὐ δεόµεθα τῶν πινοµένων, ὥσπερ ὅσα διὰ βάθους καὶ µάλιστα κατὰ σπλάγχνα συνίσταται. κατὰ µὲν οὖν τὰς διαγνώσεις εἴκει τοῖς ἐπερειδοµένοις δακτύλοις τὰ ἐκπυΐσκοντα, τὴν ἀντιτυπίαν οὐκ ἔχοντα τῶν φλεγµαινόντων µορίων. τὴν διάγνωσιν οὖν παρέχει σαφῆ. ἰδιότης δὲ τῆς ἕξεως ἑτέρα µέν ἐστιν ἐπὶ λεπτοῖς ὑγροῖς, ἑτέρα δ’ ἐπὶ παχέσι, καθάπερ γε καὶ ἐπὶ γλίσχρῳ καὶ µυξώδει χυµῷ. πολλάκις δ’ ἡµῖν ὑποπίπτει µετὰ τάσεως πνευµατώδους ἀφεστός τι µόριον, οὗ διαιρεθέντος εὑρέθη θρόµβος αἵµατος, ὥστε καὶ ὅστις ἐθεάσατο δὶς ἢ τρίς που τοιαύτην διάθεσιν, ἐὰν φιλόπονος ᾖ καὶ µνήµων, ἱκανὸς ἔσται διαγινώσκειν ἐν τοῖς τοιούτοις ὄγκοις περιεχόµενον θρόµβον ἐκ τοῦ παραθέσθαι τῇ µνήµῃ τὴν ἰδιότητα τῆς τάσεως καὶ τῆς εἴξεως. ἴσως δ’ ἄµεινόν ἐστιν οὐκ ἰδιότητα λέγειν, ἀλλὰ ποσότητα τάσεώς τε καὶ εἴξεως. ἡ θεραπεία δὲ τῶν ἐπιπολῆς φλεγµονῶν ἀφισταµένων ἀρχοµένης µὲν ἔτι τῆς ἀποστάσεως διὰ τῆς ἀνωδύνου τε καὶ χαλαστικῆς ἀγωγῆς, ἤδη δὲ προηκούσης ἐπὶ τὴν πεπτικήν τε καὶ διαπυητικὴν ἰδίως ὀνοµαζοµένην µεταβαινόντων γίνεται· λέλεκται δὲ περὶ αὐτῆς, ὥσπερ οὖν καὶ περὶ τῶν ἄλλων τοιούτων, ἐν τῷ πέµπτῳ περὶ τῆς τῶν ἁπλῶν φαρµάκων δυνάµεως συντάγµατι. ὕδατί τε οὖν ἐπὶ πλεῖον καταντλεῖν προσήκει, καταχέοντας ἔλαιον θερµὸν τοῦ φλεγµαίνοντος µορίου καὶ καταπλάττειν τῷ τῶν πυρῶν ἀλεύρῳ δι’ ὕδατος καὶ ἐλαίου συµµέτρως ἕψοντας· θᾶττον γὰρ ἄγει πρὸς διαπύησιν τοῦτο τοῦ δι’ ἄρτου καταπλάσµατος. ἐκεῖνο µὲν γὰρ διαφορητικώτατόν ἐστιν, ὡς ἂν ἁλῶν τε καὶ ζύµης ἔχον, ὠπτηµένον τε καλῶς. οὐδὲν δ’ ὑπάρχει τούτων τῷ δι’ ἀλεύρου πυρίνου. καὶ ὅταν γε τὴν ἀρχοµένην ἐκπυΐσκεσθαι φλεγµονὴν θεραπεύων ἐλπίσῃς κωλῦσαι τὴν ἐκπύησιν, ἐπὶ πλεῖστον ἕψε τὸν ἄρτον, ἐλαίῳ δηλονότι καὶ ὕδατι
- Сочинения. Том 5 - Гален Клавдий - Античная литература / Медицина / Науки: разное
- Сочинения. Том 4 - Гален Клавдий - Античная литература / Медицина / Науки: разное
- Аттические ночи. Книги I - X - Авл Геллий - Античная литература
- Ахилл Татий "Левкиппа и Клитофонт". Лонг "Дафнис и Хлоя". Петроний "Сатирикон". Апулей "Метамофозы, или Золотой осел" - Ахилл Татий - Античная литература
- Я знаю, что ничего не знаю - Сократ - Античная литература
- Лечение заболеваний мочеполовой системы - Светлана Мирошниченко - Медицина
- Русская литература и медицина: Тело, предписания, социальная практика - Сборник статей - Медицина
- Об особенностях животных - Клавдий Элиан - Античная литература / Природа и животные
- Записки философствующего врача. Книга третья. МОР? Философия коронакризиса и микроэлементы - Скальный Анатолий - Медицина
- Руководство по детской и подростковой андрологии (организационно-клинические аспекты) - Сергей Рищук - Медицина