Шрифт:
Интервал:
Закладка:
3. Τὰς δ’ ἐπί τινι τῶν ἄλλων αἰτίων ὑγραίνειν τε καὶ θερµαίνειν οὐδὲν κωλύει. καὶ εἰ ἐκπυῆσαι βουληθείης αὐτὰς, καταπλάττειν ἀλεύρῳ πυρίνῳ δι’ ἐλαίου τε καὶ ὕδατος ἡψηµένῳ. καὶ εἴποτε καὶ ἀποσχάζειν δεήσειεν, οὐδὲ τοῦτο χρὴ δεδιέναι. τὰς δ’ ἐπὶ τοῖς ῥεύµασιν εἰ ἀποσχάσαις, µέγα τι κακὸν ἐργάσῃ καὶ µάλιστ’ εἰ κατ’ ἀρχάς. ὅσαι γὰρ αὐτῶν χρόνου πλείονος οὖσαι µετά τε τὴν τοῦ παντὸς σώµατος κένωσιν καὶ τὴν ἄλλην τὴν προσήκουσαν ἴασιν σκληρότητάς τινας ἢ µελανότητας ἐν τοῖς µέρεσιν ὑπολειποµένας ἔχουσι, τούτων ἀπάγειν τοῦ αἵµατος οὐδὲν ἄτοπον· οὔτε γὰρ φλεγµονὰς τάς γε τοιαύτας ἔτι νοµιστέον· ὥσπερ οὐδὲ ἐρυσίπελας ἔτι τὸ ἤδη πελιδνόν. καὶ γὰρ οὖν καὶ τοῦτο κατὰ τὰς ἀρχὰς µὲν ψύχειν χρὴ καὶ µάλισθ’ ὅταν ἄνευ φανερᾶς γένηται προφάσεως. ἡνίκα δ’ ἤδη τὸ ζέον ἄπεστιν αὐτοῦ, καὶ σχάσαι συµφέρει καὶ καταπλάσαι θερµῷ τῷ κριθίνῳ καὶ κηρωτὴν καὶ ἄλλο τι φάρµακον ἐντιθέναι τῶν διαφορούντων. οὐ µὴν ἀπό γε φλεβὸς αἷµα τῶν γε τοιούτων κενοῦν ἀναγκαῖον, ἀλλ’ αἱ διὰ τῆς κοιλίας ὑποκαθάρσεις ἀρκοῦσι. διδόναι δὲ φάρµακον, ὃ χολὴν ξανθὴν ἄγει. µικροῦ δ’ ὄντος τοῦ παθήµατος οὐδὲ τοῦτ’ ἀναγκαῖον, ἀλλ’ ἀρκεῖ κλύσαι δριµεῖ. τὰ δ’ ἐφ’ ἕλκεσιν ἐρυσιπέλατα καὶ ὅσα οὕτω φανερὰς ἔχει τὰς αἰτίας, οὐδ’ εἰ παραχρῆµα βούλοιο καταπλάττειν ἀλεύρῳ κριθίνῳ καὶ µάλιστα καὶ προαποσχάσας, οὐδὲν βλάψεις. τὰς δὲ φλεγµονὰς τὰς ἐρυσιπελατώδεις καὶ τὰ φλεγµονώδη τῶν ἐρυσιπελάτων ἰᾶσθαι, µικτὴν µὲν ὡς οἷόν τε ποιούµενον τὴν ἐπιµέλειαν, ἐναντιούµενον δ’ ἀεὶ τῷ µᾶλλον κρατοῦντι. καὶ βουβώνων δὲ καὶ φυµάτων καὶ φυγέθλων παραπλησίαν ταῖς ἐν τοῖς ἄλλοις µέρεσι γιγνοµέναις ὁµοίαις διαθέσεσι τὴν ἐπιµέλειαν ποιεῖσθαι, πλὴν ὅσα δριµυτέρων φαρµάκων ἐπὶ τοῖς αὐτοῖς παθήµασιν ἀνέχεσθαι πεφύκασιν, ὡς ἀδένες. τοὺς δ’ ἕρπητας τὰ µὲν περὶ τὴν τοῦ σώµατος ὅλου κένωσιν ὁµοίως τοῖς ἐρυσιπέλασιν ἰᾶσθαι προσήκει· τὰ δὲ περὶ τὴν αὐτοῦ τοῦ πεπονθότος µέρους οὐκ ἔθ’ ὁµοίως. ἅπαντες γὰρ οἱ ἀναβιβρωσκόµενοι ψύχεσθαι µὲν ἐθέλουσιν, ὡσαύτως τοῖς ἄλλοις ἕρπησί τε καὶ ἐρυσιπέλασιν· οὐ µὴν ὅσα γε σὺν τῷ ψύχειν καὶ ὑγραίνειν φάρµακα πέφυκε, ταῦτά γ’ ἔτι φέρουσιν, ἀλλὰ µόνον τῶν ψυχόντων προσίενται τὰ ξηραίνειν µάλιστα δυνάµενα. µὴ τοίνυν µήτε θριδακίνην αὐτοῖς µήτε πολύγονον µήτε τὸν ἀπὸ τῶν τελµάτων φακὸν ἢ τὸν ἕλειον λωτὸν ἢ ἀνθύλλιον ἢ ψύλλιον ἢ ἀνδράχνην ἢ σέριν ἢ ἀείζωον ἤ τι τῶν οὕτως ὑγραίνειν τε καὶ ψύχειν δυναµένων προσφέρειν, ἃ τοῖς ἐρυσιπέλασιν ἦν οἰκεῖα. ἀλλὰ µήτε σπόγγῳ ποτὲ θαῤῥήσῃς ὕδατι ψυχρῷ βεβρεγµένῳ µήτε στρύχνῳ, καίτοι καὶ τοῦτο ξηραίνειν τε καὶ ψύχειν πέφυκεν, ἀλλὰ µετρίως. οἳ δ’ ἄρα σφοδροτέρας ἢ κατὰ τὸν στρύχνον δέονται ξηρότητος. ἐπιπλάττειν οὖν αὐτοῖς χρὴ κατ’ ἀρχὰς µὲν ἕλικας ἀµπέλου καὶ βάτου καὶ κυνοσβάτου καὶ ἀρνογλώσσου. µετὰ δὲ ταῦτα τήν τε φακῆν µιγνύειν δεῖ καὶ µελιτός ποτε καὶ ἀλφίτων καὶ τὸ προγεγραµµένον πρὸς τὰς ἐκ ῥεύµατος φλεγµονὰς κατάπλασµα, περιελὼν αὐτοῦ τὸ ἀείζωον. αὐτὰ δὲ τὰ ἡλκωµένα κατάχριε φαρµάκοις τοῖς πρὸς ἕρπητας ἐπιγεγραµµένοις ἐν ταῖς φαρµακίτισι βίβλοις. πολλὰ δ’ ἐστὶ ταῦτα παρὰ πᾶσι καὶ εἰς κυκλίσκους ἀναπλάττεται τὰ πλεῖστα καὶ δεῖται χρωµένους ἀνίεσθαι γλυκεῖ. µὴ παρόντος δὲ γλυκέος, οἴνῳ λεπτῷ τε καὶ λευκῷ καὶ ὑποστύφοντι, οἷος ὅ τε Φαλερῖνος καὶ ὁ Μασσαλιώτης καὶ ὁ Σαβῖνος καὶ ᾿Αδριανὸς καὶ ᾿Αρσύϊνος, µηδέπω µηδὲν ἐν τῇ γεύσει δριµὺ διὰ παλαιότητα κεκτηµένοι. καὶ ὀξυκράτῳ δ’ ὑδαρεῖ ποτε χρησάµενος ἀντὶ τούτων οὐδὲν ἧττον ἂν ἔχοις. ἤδη δὲ καὶ χρονιζοµένων τῶν ἑλκῶν µήτε γλυκεῖ λύειν τοὺς κυκλίσκους µήτε ὑδαρὲς ἔτι τὸ ὀξύκρατον ἔστω. καὶ τῶν οἴνων δ’ ὅσοι στύφουσιν ἱκανῶς ἀγαθοί·
- Сочинения. Том 5 - Гален Клавдий - Античная литература / Медицина / Науки: разное
- Сочинения. Том 4 - Гален Клавдий - Античная литература / Медицина / Науки: разное
- Аттические ночи. Книги I - X - Авл Геллий - Античная литература
- Ахилл Татий "Левкиппа и Клитофонт". Лонг "Дафнис и Хлоя". Петроний "Сатирикон". Апулей "Метамофозы, или Золотой осел" - Ахилл Татий - Античная литература
- Я знаю, что ничего не знаю - Сократ - Античная литература
- Лечение заболеваний мочеполовой системы - Светлана Мирошниченко - Медицина
- Русская литература и медицина: Тело, предписания, социальная практика - Сборник статей - Медицина
- Об особенностях животных - Клавдий Элиан - Античная литература / Природа и животные
- Записки философствующего врача. Книга третья. МОР? Философия коронакризиса и микроэлементы - Скальный Анатолий - Медицина
- Руководство по детской и подростковой андрологии (организационно-клинические аспекты) - Сергей Рищук - Медицина